Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

διά τινος ἐναργείας τοιαύτης οὔσης. τὸ γὰρ ὕδωρ τὸ ψυχρὸν δυνάμει ὃν θερμὸν, ίνται ἐναρ-γεία θερμὸν, διὰ τοῦ πυρὸς ἐνεργεία ὄντος θερμου. καὶ τὸ παιδίον δυνάμει ὸν γραμματικὸν, ἐνεργεία γίνται γραμματικὸν, διὰ τοῦ ὄντος ἐνεργεία γραμματικοῦ. εἰ οὖν δυνά-μεί εἰσὶν ἐν τοῖς γένεσιν αἱ διαφοραί, προάγονται δὲ εἰς ἐνέργειαν, δεήσονται ἄλλου τι-νὸς ἐνεργεία ἔχοντος τὰς διαφόρας. οὐδὲν δέ ἐστιν ἄλλο περὶ ταῦτα. οὐκ ἄρα δυνάμειεἰσὶν αἱ διαφοραι ἐν τοῖς γένεσι. πάλιν δὲ. πᾶν μὲν τὸ δυνάμει ὃν, ἀτελές ἐστι. τὸ δ' ἐνερ-δη ἐνεργεία ἔχει τὰς διαφορὰς, τὰ δὲ γένη δυνάμει, ἔσται τὰγεία, τέλειον. εἰ οὖν τὰ μὲνμὲν εἰ δικώτατα, πάντων τελεώτερα καὶ ἐντιμότερα. τὰ δὲ γενικώτατα, πάντων ἀτελέστε-ρα, καὶ ἀτιμότερα. ὅπερ ἄτοπον. ἔσονται γὰρ τὰ αἰτιατὰ, τελεώτερα καὶ κρείττονα τῶναἰτίων. ἀνάγκη ἄρα τὰς διαφορὰς ἐν τοῖς γένεσιν ἐνεργεία εἶναι. ἀρα οὖν ἀπόβλητός.ἐστι παντελῶς τῶν περιπατητικῶν λόγος, φαμὲν οὖν οὐδαμῶς. τριττῶν γὰρ ὄντων τῶνγενῶν ὡς πολλάκις ἔφαμεν, οἱ μὲν πλατωνικοὶ, περὶ τῶν πρὸ τῶν πολλῶν ἐλεγον. ἐνγὰρ τοῖς πρὸτῶν πολλῶν γένεσιν, ἐνεργεία ὑπάρχουσιν αἱ διαφοραί. οἱ γὰρ λόγοι πάντωνἐκεῖ εἰσὶν ἐνεργεία. οἱ δὲ περιπατητικοὶ, περὶ τῶν ἐν τοῖς πολλοῖς. Ιστεον γὰρ ὅτι φύσιςἀπὸ τῶν καθολικωτέρων ἐπὶ τὰ μερικώτερα ὁδεύει. καὶ τὰ μερικὰ, δυνάμει ἐν τοῖς κα-θολικωτέροις προυπέστησεν. οἷον, ἐκ τοῦ καταβληθέντος σπερματος, δημιουργεῖ πρῶτον τὸ σαρκιον, ὥσφασιν οἱ ἰατροὶ ἐν τῆ μήτρα, ὅπερ σῶμα ἐστι. τὸ δὲ σῶμα, καθολικὸν. ἀλ-λὰ τοῦτο ὡς μὲν σῶμα, ἐνεργεία ἐστὶν. ὡς δὲ ἔμψυχον, δυνάμει. οὔπω γάρ ἐστιν ἐνεργείαἔμψυχον. ὅταν δὲ τραφὲν καὶ αὐξηθὲν ψυχωθή, ἐνεργεία μὲν λέγεται ἔμψυχον. δυνάμειδὲ ζῶον, μήπω τυχὸν αἰσθήσεως καὶ κινήσεως. ὅταν δὲ ἤδη τούτων μετάσχη, ἐνεργεία μὲνζῶον, δυνάμει δὲ λογικὸν. ὅταν δὲ ἐκ πυσθῆ καὶ λόγου μετάσχη, ἐνεργεία μὲν γίνεται ζῶονλογικὸν, δυνάμει δὲ γραμματικὸν. ἰδου οὖν ἐν τοῖς γένεσι τῶν ἐν τοῖς πολλοῖς, δυνάμειθεωροῦνται αἱ διαφοραί. καὶ καλῶς οἱ φυσικοὶ οὕτω λέγουσιν. ὅθεν πορφύριος ἐπειδὴπροέθετο ἐκθέσθαι τὸ συγγραμματοῦτο, οὐ πρὸς πλατωνικὰς συμβαλλόμενον πραγ-ματείας, ἀλλὰ πρὸς ἀριστοτελικὰς, διατοῦτο τῆ τῶν περιπατητικῶν ἐχρήσατο ἐπιλύ-σει. ἀλλ' ἐπειδὴπερ ἄνωθεν εἴπομεν ὅτι ἀσώματοί εἰσιν αἱ πέντε φωναὶ ἀναποδείκτως,φέρε καὶ τοῦτο ἀποδείξωμεν. καὶ πρῶτον μὲν τὸ σῶμα οὐδέποτε ἐν μείζονι καὶ ἐλάττονιὡσαύτως θεωρεῖται. οἷον, ἐπὶ ἐλέφαντος, καὶ μύρμηκός. αἱ δὲ πέντε φωναὶ, ὡσαύτωςκαὶ ἐν μείζονι καὶ ἐλάττονι. ἔπειτα δὲ πᾶν σῶμα σώματι προστιθέμενον, αὔξησιν ποιεῖ-ται τοῦ ἐν δεχομένου τὴν προσθηκην. τὸ δὲ γένος καὶ τὸ εἶδος καὶ τὰ λοιπᾶ τῶ σωκράτειπροστιθέμενα, οὐδὲν προστιθέασιν. ἄλλως. οὐδέ ποτε ταὐτὸν σῶμα ἐν τῶ αὐτῶ καιρῶἐν πᾶσι θεωρεῖται. κᾶν γὰρ ὅμοιον, ἀλλ' οὖν οὐ τὸ αὐτό. οἷον εἰ ἐν τῶ πλάτωνος μηρῶφανείη ὀστοῦν ἐλέφαντος, οὐταὐτόν ἐστι καὶ ἐν τῶ τοῦ ὀρέστου. τὸ δὲ γένος καὶ τὸ εἶδος ἐν τῶαὐτῶ καιρῶ ἐν πολλοῖς θεωρεῖται. ἄλλως. οὐδέ ποτε τὰ σώματα μεριζόμενα, τὸ ἓν εἶ-δος τὸ ἐν ποσὸν φυλάττει. οἷον, στα τηρ μερίζεται εἰς πολλά. οὐκ οὖν τὰ μεριζόμε-να, οὐ φυλάττουσι τὸ ἓν εἶδος, τὸ ἐν ποσὸν τοῦ στατήρος. τὰ δὲ γένη καὶ τὰ εἴδη σώ-ζουσιτο οἰκεῖον εἶδος μεριζόμενα εἰς σωκράτὴν, καὶ πλάτωνα, καὶ τοὺς λοιπους. ἄλλως τε