συκαὶ κοινῆς παν. διὰ τοῦτο τὸ μὲν ζῶον, αὐτὸ καθ' αὑτὸ ἐπὶ πλειόνων φέρεται. συντέ-θὲν δὲ τῶ λογικῶ, ἐπ' ἐλαττόνων. τὸ δὲ λογικὸν ζῶον τῶ θνητῶ συνδυαζόμενον, ἔτι ἐλάτω-τονα περιέχει. εἰ δὲ προστεθῆ καὶ τὸ γραμματικὸν, ἔτι μερικώτερον γίνεται. ὥστε ἐλλεί-ποντες μνοι ὁρισμοὶ, ποιοῦσι τὰ πράγματα περιττεύειν. περιττεύοντες δὲ, ἐλλείπειν.ταῦτα οὖν ἐπισημαινόμενος ὁ πορφύριος, φησὶν ὅτι ὁ ἀποδοθεὶς τοῦ γένους ὁρισμὸς, ἤτοιἡ ὑπογραφὴ, τῶν δύο τούτων ἀπήλλακται, τῶν κακυνόντων τοὺς ὁρισμοῦς. οὔτε γὰρ περὶ τ-τεύων ποιεῖ ἐλλείπειν τὸ πρᾶγμα, οὔτε ἐλλείπων περιττεύειν. εἴρηται ὅτι τριττά-ἐστὶ τὰ γένη. τὰ μὲν, πρὸ τῶν πολλῶν. τὰ δὲ, ἐν τοῖς πολλοῖς. τὰ δὲ, ἐπὶ τοῖς πολλοῖς.α καὶ ὕστερο γενῆ καλεῖται, καὶ ἐννοηματικά, ὡς ἐν τῆ διανοία ὄντα τῆ ἡμετέρα. πρόκει.ται οὖν τῶ πορφυρίω διδάξαι περὶ γενῶν, οὔτε περὶ τῶν πρὸ τῶν πολλῶν, οὔτε περὶ τῶνἐν τοῖς πολλοις, ἀλλὰ περὶ τῶν ἐπὶ τοῖς πολλοῖς, τούτέστι περὶ τῶν ἐννοηματικῶν. διὰτοῦτο τοίνυν εἰπὲν ὑπογραφὴν τῆς ἐννοίας, τούτέστι τοῦ ἐννοηματικοῦ γένους. ἐννοῆματικὸν δὲ γένος ἐστὶ, καθ' ἣν ἀννοίαν λαμβάνοντες τὰ πράγματα πρὸς αὐτὴν ὁριζόμε-θα. οἷον, λαμβάνομεν κατὰ τὴν οἰκείαν διάνοίαν τὸν ἄνθρωπον, καὶ πρὸς αὐτὴν ἀναλογιζό-μεθα λέγοντες, ὅτι ὁ ἄνθρωπος ἐστὶ ζῶον λογικὸν θνητόν. φησὶν οὖν ὁ πορφύριος, ὅτιταύτης τῆς ἐννοίας οὐδὲν ὑπερβάλλον οὐδὲ ἐλλεῖπον ἔχει ἡ τοῦ γένους ὑπογραφη.ΠΡΡΙ ΕΙΑΟΥΣ-ὁ δὲ εἶδος, λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς καθὸ εἴρηται. Πεπλη-ρωται ὁ περὶ τοῦ γένους λόγος. δευτέραν οὖν τάξιν ἔχουσιν ἐν τούτοις αἱδιαφοραί. ἀλλ' ἐπειδὴπερ τὸ γένος καὶ τὸ εἶδος πρός τι καὶ ἅμα ὑφίσταται,καὶ ἅμα νοεῖται, διατοῦτο τὸ εἶδος τῶν διαφορῶν προέταξεν. οὐ διὰ τὴνάνπα φυσικὴν τάξιν, ἀλλὰ διὰ τὴν διδασκαλικὴν ἀκολουθίαν. καὶ ὅτι ἐν τῆτοῦ γένους διδασκαλία, ἐμνήμονευσε καὶ τοῦ εἴδους. καὶ ἔδειμη ἐπὶ πολὺν χρόνον ἀνε-νόητον τούτου εἶναι τὸν ἀκροατήν. τῶ δὲ εἰωθότι καὶ νῦν κανόνι χρώμενος, ἀπάριθμεῖταιπρότερον τὰ σημαινόμενα τοῦ εἴδους πάντα. εἶθ' οὕτως προςδιορίζεται περὶ ποίουποιεῖται τὸν λόγον. εἰσὶ γὰρ ἕτερα σημαινόμενα τοῦ εἴδους, περὶ ὧν οὐ πρόκειται λέγειν,ἀλλ' ἐκεῖνα καταριθμεῖται τοῦ εἴδους τὰ σημαινόμενα, τὰ πρὸς τὴν λογικὴν ἀρμόζοντα πραγματείαν. λέγει οὖν ὅτι διττὸν ὑπάρχει τὸ σημαινόμενον τοῦ εἴδους. εἶδος μὲν γὰρ λέγεται, καὶ ἡ ἑκάστου μορφή. καθὸ σημαινόμενον λέγομεν τοὺς εὐει δεῖς τε καὶ δύσειδεῖς. εἶδος δὲλέγεται, καὶ τὸ ὑπὸ τὸ γένος πεπτωκός, ἢ οὗτὸ γένος ἐν τῶ τί ἐστι κατηγορεῖται. ἀλλ' οὗτος ὁὁρισμός ἐστι, καὶ τοῦ εἰ δικωτάτου εἴδους, καὶ τοῦ μὴ εἰ δικωτάτου. λέγεται δὲ καὶ ἄλλως εἶδοςτὸ κατὰ πλειόνων καὶ διαφερόντων τῶ ἀριθμῶ, ἐν τῶ τί ἐστι κατηγορούμενον. ἐπειδὴ δὲ τὰ τῶνὀνομάτων τούτων σημαινόμενα, λέγω δὴ τὸ μὴ εἰ δικώτατον εἶδος καὶ εἰ δικώτατον ἀσα-φῆ ὑπάρχασι τῆ κοινῆ συνηθεία, προιόντος τοῦ λόγου, σαφηνίζει αὐτὰ προχειριζόμενοςτὴν καλλίστην τῶν κατηγοριῶν. λέγω δὴ τὴν οὐσίαν, ἥτις αὐθυπόστατον ὑπάρχει πραγ-μα, καὶ γενικώτα τὸν γένος. αἱ γὰρ ἄλλαι κατηγορίαι, συμβεβηκότα αὐτῆς ὑπάρχουσιν. εἰγὰρ πᾶσαι αἱ ἄλλαι ἐν τῆ οὐσία ὑπάρχουσι καὶ ἐν αὐτῆ θεωροῦνται, καὶ χωρὶς αὐτῆς συστῆναιγ δ
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten