ΑΙΑ ΦΟΡΑΣ-ἰαφορὰ δὲ κοινῶς τε, καὶ ἰδίως, καὶ ἰδιαιτατα λέγεσθω. Οτι μὲν ἡ διαφο-ρὰ προτέρα ἐστὶ τοῦ εἴδους, καὶ διὴν αἰτίαν πρότερον περὶ τοῦ εἴδους διηλέ-χθη, ἤδη λέλεκται. νῦν οὖν περὶ τῆς διαφορᾶς ποιεῖται τὸν λόγον. καὶ τῶεἰρημένω πάλιν κανόνιχρώμενος, ἀπαριθμεῖται τῆς διαφορᾶς τὰ ση-μαινόμενα. ἵνα δὲ τοῖς μέλουσι λέγεσθαι παρακολουθήσωμεν, εἴπωμενοὕτως. ἡ διαφορὰ ἑτερότης ἐστὶ τινῶν πραγμάτων πρὸς ἄλληλα. αὕτη οὖν ἡ ἑτερότης, ἢχωριστή ἐστι καὶ κατά τι συμβεβηκὸς, ἥτις πέφυκε χωρίζεσθαι ἐκείνων ὧν ἐστὶιν ἑτερό-τῆς, ἢ ἀχώριστος. οἷον, διαφέρουσιν ἀλλήλων τινὲς, τῶ τὸν μὲν, ἑστάναι τυχον. τὸν δὲ, καθ'ῆσθαι. καὶ δύναται ὁ καθήμενος στῆναι, καὶ ὁ ἱστάμνος καθῆσθαι. καὶ διαφέρουσι κατὰ τοῦτο ἄλλήλων.αὕτη οὖν ἡ διαφορὰ λέγεται χωριστὴ, ἢν καλεῖ ὁ πορφύριος κοινῶς. ἐπειδὴ οὐκ ἀφωριςμένως τῶ δέ τινι ὑπάρχει, ἀλλὰ κοινῶς πᾶσι. καὶ αὕτη μέν ἐστι χωριστὴ καὶ κατὰ συμβεβηκὸς ἡδιαφορά. εἰ δ' ἀχώριστος ἡ διαφορὰ ὑπάρχει, ἢ καθ' αὑτὸ ὑπάρχει, τοῦτέστι συμπληρωτική ἐστι τῆς τοῦ ὑποκειμένου οὐσίας, ἢ κατὰ συμβεβηκός. τοῦτέστι, μὴ δὲν συντελοῦσα εἰς τὸ εἶναιτοῦ πράγματος πᾶσι. καὶ αὕτη μέν ἐστιν ἀχώριστος καὶ κατὰ συμβεβηκός. οἷον, γρυπότης. σι-μότης. γλαυκότης. διαφέρουσι γὰρ ἀλλήλων τινὲς, τῶ τὸν μὲν, σιμὸν εἶναι. τὸν δὲ, γρυπόν. αὗται δὲ κατὰ συμβεβηκὸς μέν εἰσιν, ὡς μὴ οὖσαι τῶν οὐσιῶν συμπληρωτικαὶ τὴῦ ὑπὸκειμένων. ἢδύνατο γὰρ ὁ σωκράτης μὴ εἶναι σιμὸς, καὶ ὅμως εἶναι σωκράτης. ἀχώριστοι δὲ. οὐγὰρ πεφύκασι χωρίζεσθαι τοῦ ὑποκειμένου ἀς καλεῖ ὁ πορφύριος ἰδίως, ἐπειδὴ ἀφω-ριςμένως τῶδέ τινι ὑπάρχει τὸ σιμόν. ἀχώριστον δέ ἐστι καὶ οὐ κατὰ συμβεβηκός, ἀλλὰ συμ-πληρωτικὸν τῆς οὐσίας. οἷον, τὸ λογικὸν. τὸ θνητόν. διαφέρομεν γὰρ τῶν ἀλόγων ζώων.καθὸ ἡμεῖς μὲν λογικοὶ, ἐκεῖνα δὲ ἄλογα. ταύτην οὖν τὴν διαφορὰν, ἰδιαίτατα ἐκαλέ-σε. τῶν οὖν διαφορῶν, ἡ μὲν, λέγεται κοινῶς. ἡ δὲ, ἰδίως. ἡ δὲ, ἰδιαίτατα. κοινῶς μὲν,αἱ κατὰ συμβεβηκὸς καὶ χωρισταίι. ἰδίως δὲ, αἱ κατὰ συμβεβηκὸς καὶ ἀχώριστοι. αἱ δὲ ἀχώριστοι μὲν,συμπληροῦσαι δὲ τὴν οὐσίαν τοῦ ὑποκειμένου καὶ οὖσαι καθ' αὐτὸ, ἰδιαιτατα λέγονταιὧδε. ἐπειδὴ περὶ ἐκεῖνα κατάγεται πᾶς φιλόσοφος, ἅ συμβάλλεται εἰς τὴν κατὰ φιλοσοφί-αν μέθοδον, τήντε διαιρετικὴν, καὶ τὴν ὁριστικὴν. οὐδέ ποτε δὲ ὁρισμὸς οὔτε διαίρεσιςἀπὸ συμβεβηκότος λαμβάνεται, ἀλλ' ἐκ τῶν οὐσιωδῶν. εἰ οὖν ἡ ἱδιαίτατα ἐκ τῶν οὐσιωδῶν, εἰκότως περὶ τ αὕτης. πρώτη μὲν οὖν διαίρεσις τῶν διαφορῶν αὕτη. πάλιν δὲ ἐπι-διαιρῶν αὐτὰς, φησίν. ὅτι τῶν διαφορῶν αἱ μὲν, ἀλλοῖον ποιοῦσι τὸ ὑποκείμενον. αἱ δὲ, ἄλλο.ἡ μὲν κοινῶς καὶ ἰδίως λεγομένη διαφορὰ, ἀλλοῖον. ἀλλοἷον γὰρ τὸ καθέζεσθαι, καὶ τὸ ἑστά-ναι. καὶ ἀλλοῖον τὸ σιμὸν, καὶ τὸ γρυπόν. αἱ δὲ ἰδιαίτατα, ἄλλο. ἀλλο γὰρ τὸ λογικὸν, καὶ ἄλλο τὸἄλογον. τὸ μὲν γὰρ ἀλλοῖον, κατά τι τῶν τοῦ πράγματος τὴν ἐν ἀλλαγὴν ποιεῖται. τὸ δὲ ἄλλο,πάντη ἕτερον ποιεῖ. τὸ μὲν γὰρ λογικὸν ζῶον, ἄλλο παρὰ τὸ ἄλογον. ὁ δὲ καθεζόμενος, τοῦἑστῶτος οὐκ ἄλλο. ἀλλοῖον δὲ. ὁμοίως καὶ ὁ γρυπὸς τοῦ σιμοῦ. τριχῶς οὖν τῶν διαφορῶν λέ-γομένων, τῶν μὲν, κοινῶς, τῶν δὲ, ἰδίως, τοῦ δὲ, ἰδιαίτατα, περὶ τῶν ἰδιαίτατα παρὰ τοῖςφιλοσόφοις ὁ λόγος. αἱ γὰρ ἰδίως καὶ κοινῶς, εἰς διαίρεσιν τῶν γενῶν οὐ χρησιμεύουσιν. οὐΑ β
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten