θατέρου μόν οὐ τῶν ἀντικειμένων δεκτικά. ὁ γὰρ κρύσταλος ψυχρὸς ὧν, οὐδέποτ' ἂνθερμανθείη. οὐδὲ τὸ πῦρ τὴν ἐναντίαν ψύξιν ἐπιδέξοι τ' ἂν. ὁ ἀηρ μὲν καὶ τὸ ὕδωρ παρὰμέρος ἑκάτερον, τῶν ἐναντίων ἐστὶ δεκτικά. δυνάμει γὰρ δύναται τὰ ἐναντία ἐν τῶ αὐτῶπαρεῖναι ἅμα. εἰ μὴ γὰρ τὰ δύο εἴχε δυνάμει, οὐκἄν καὶ ἐναργεία εἰς ἑκάτερον μετεβέβλητο. ἀλλ' ἐπειδὴ τὰ ἐναντία ἔχει δυνάμει, δια τοῦτο εἰς ἑκάτερα παραβάλλει, καὶ μεταβάλ-λεται παρὰ μέρος. οὕτως οὖν φησι καὶ τὰ γένη ἔχειν τὰς ἐναντίας διαφορὰς δυνάμει. καὶοὔτε ἐκ τοῦ μὴδαμῆ μηδαμῶς ὄντος γίνεται, οὔτε τὰ ἐναντία ἐν τῶ αὐτῶ ἐστὶν ἐνεργεία.ταύτη τῆ λύσει κέχρηνται οἱ ἐκ τοῦ περιπάτου, ἣν καὶ ὁ πορφύριος ἀπέδωκεν. ἐπειδὴ-περ ὡς ἤδη εἴρηται χρήσιμεῦον πρὸς τὰς ἀριστοτέλους κατηγορίας γράφει τὸ βιβλίον.Ιστεον δὲ ὅτι οἱ πλατωνικοὶ, ἐναντιοῦνται τῆ ἐπιλύσει ταύτη. καὶ γὰρ ἐνεργεία εἶναι λέ-γουσι τὰς διαφορὰς ἐν τοῖς γένεσι. καὶ φασὶν ὅτι οὐ δεῖ φοβεῖσθαι ἐναργεία ὑποθεσθαι ἐντοῖς γένεσι τὸ λογικὸν καὶ ἀλογον. τὸ θνητὸν καὶ ἀθάνατον. κέχρηνται δὲ εἰς ἀπόδειξιν τού-του, τοιούτοις λόγοις. πρῶτον μὲν γάρ φασιν, ὅτι οὐκ ἔστιν ἐναντίον τὸ λογικὸν τῶ ἀλό-γω. οὐ δὲ τὸ θνητὸν τῶ ἀθανάτω. τὰ γὰρ ἐναντία, φθείρει ἄλληλα. ταῦτα δὲ οὐ μόνονφθαρτικά εἰσιν ἀλλήλων, ἀλλὰ καὶ ὑποστατικά. τὸ γὰρ λογικὸν καὶ τὸ ἀθάνατον, ὑποστατικά ἐστιτοῦ θνητοῦ καὶ τοῦ ἀλόγου. ὁ γὰρ θεὸς ἀθάνατος ὧν καὶ λογικὸς, ὑφίστησι τὰ θνητά τε καὶἄλογα. καὶ ὁ ἄνθρωπος λογικόςὧν, κηδεμὼν τοῦ ἀλόγου γίνεται, καὶ σωτῆρ. καὶ οἱ ἄγγέλοιἀθάνατοι ὄντες, τῶν θνητῶν εἰσικηδεμόνες καὶ φύλακες. ὥστε, οὐκ ἐναντία τὸ λογικὸνκαὶ τὸ ἄλογον. οὐ δὲ τὸ θνητον καὶ τὸ ἀθάνατον. εἰ δὲ μὴ ἐναντία, οὐκ ἀδύνατον ἅμα ταῦταεἶναι ἐν τῶ γένει, ἐπεὶ καὶ ἀλόγοι δυνάμεις, θυμὸς φημὶ καὶ ἐπιθυμία, καὶ αἴσθησις, καὶ ἡλογική ζωή, ἅμα ἐν ἑνὶ ζώω τῶ ἀνθρώπω θεωρεῖται. ἔπειτα δέφασιν, ε καὶ ἐναντία ἐστὶν,οὐδὲν ἄτοπον εἶναι αὐτὰ ἐν τῶ γένει τῶ αὐτῶ ἐνεργεία. ἐπειδὴ οὐχ ὡς ἐν ὑποκειμένω εἰσὶσώματι, ἀλλ' ἔν τινι ἀσωμάτω. ἀσώματον γὰρ τὸ γένος. δύνανται δὲ ἐν ἀσωμάτω τὰ ἐναντίαεἶναι. διατοῦτο γὰρ ἐν ὑποκειμένω τινὶ σώματι τὰ ἐναντία οὐ δύνανται εἶναι ἅμα, διὰ τὸβούλεσθαι ἀμφότερα μετέχειν τοῦ ὑποκειμένου. μεριστὸν δὲ ὀν τὸ σῶμα καθ' αὐτὸ, τὰφθαρτικὰ ἄλλήλων οὐ δύνανται δέξασθαι. ἐπὶ δὲ τῶν ἀσωμάτων, οὐκ ἔστι τοῦτο. ἀμέλεικαὶ ἡ φύσις ἔχει τοὺς λόγους πάντων τῶν ἐναντίων καὶ ὑφιστᾶ. οἷον, ὁ ὀφθαλμὸς ἅμα προβάλ'λεται τοὺς τοῦ λευκοῦ καὶ τοῦ μέλανος λόγους. καὶ ἡ ψυχῆ ἄμα καὶ κατὰ ταυτὸν, τὸν τῶνἐναντίων ἔχει λόγον. ἀγαθοῦ καὶ κακοῦ. ψυχροῦ καὶ θερμοῦ. εἴπερ τῶν ἐναντίων μία ἐστὶνἐπιστήμη. ὥστε οὐδὲν ἄτοπον συμβαίνει τῶ λόγω τῶ λεγόντι τας διαφορὰς ἐναργείαἐν τοῖς γένεσιν εἶναι. ὡσαύτως καὶ ἐν τῶ ἀββακίω, σωματικῶς μὲν καὶ κατὰ ταυτὸν, καὶ τρίγω-νον, καὶ τετράγωνον, καὶ στρογγύλον ποιῆσαι οὐ δυνάμεθα, ἐπειδὴ ὑπ' ἀλλήλων συγχέονταιοἱτύποι. ἐν δὲ τῆ ψυχῆ ἔχομεν ταῦτα πάντα ἀσυγχύτως. ὅθεν καὶ ἀσυγχύτως προβάλλόμεθα αὐτά. καὶ δείκνυμεν καὶ τὸ πρῶτον θεώρημα, καὶ τὸ δεύτερον, καὶ τὸ τρίτον. καὶ περὶστρογγύλου, καὶ περὶ τετραγώνου, καὶ περὶ τριγώνου. ὥστε ἐπὶ ἀσωμάτων γεδυνατὸν ἅματὰ ἐναντία εἶναι ἐνεργεία. ἄλλως τε δὲ. εἰ δυνάμει εἰσὶν αἱ διαφόραὶ ἐν τοῖς γένεσι, τί ἐστιτὸ ποιῆσαν αὐτὰς ἐνεργεία ἐν τοῖς εἴδεσι. πᾶν γὰρ τὸ δυνάμειον, ἄγεται εἰς ἐνέργειαν
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten