ΨΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΠΕΝΤΕ ΦΩΝΑΣ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥΜΙΚΡΟΥ ΤΟΥ ΕΡΜΕΙΟΥέλλοντας ἡμᾶς φιλοσόφων ἀρχεσθαι λόγων, ἀναγκαῖον ἐστὶ μαθεῖν τίποτέἐστι φιλοσοφία. δεῖ γὰρ τὸν ἀρχόμενόν του, πρότερον μαθεῖν τί ὄντυγχάνει. οὕτω γὰρ σπουδαιότερον ἀνθέξεται τοῦ πράγματος. μαν-θάνομεν δὲ τὰ πράγματα ἐκ τῶν ὀρισμῶν. καὶ πῶς δύνατὸν δι'ὁρισμοῦ μαθεῖν πρᾶγμα, ἀγνουμένου τοῦ τί ἐστιν ὁρισμὸς. ὁρισμὸςτοίνυν ἐστὶ λόγος σύντομος δεικνὺς τὴν τοῦ πράγματος φύσιν. ὁρι-σμὸς δὲ λέγεται, ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς χωρίοις ὅρων. ὥσπεργὰρ ἐκεῖνοι περὶ λαμβάνουσι τὸ χωρίον καὶ χωρίζουσι τῶν ἀλλοτρίων,οὕτω καὶ οἱ ὁρισμοὶ περι λαμβάνουσι τὸ πρᾶγμα, καὶ χωρίζουσι τῶν ἄλλων ἀπάντων. δεῖ τοίνυν ὁρι-σμὸν τῆς φιλοσοφίας εἰπεῖν. ὥσπερ καὶ τῆς γραμματικῆς ἀρχόμενοι, τὸν ὁρισμὸν ἐμανθάνο-μεν, ὅτι γραμματική ἐστιν, ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν ὡς ἐπι τοπολὺ λεγομένων. ὁμοῖ δὲ καὶ ῥητορικῆς ἀρχόμενοι, τὸν ὁρισμὸν ἐμάθομεν. ὅτι ῥητορική ἐστι,δύναμις τεχνικὴ πιθανοῦ λόγου ἐν πράγματι πολιτικῶ, τέλος ἔχουσα τὸ εὖ λέγειν. δεῖ οὖν καὶ τῆςφιλοσοφίας τὸν ὁρισμὸν μαθεῖν. αὕτη γάρ ἐστιν ἡ καὶ ταῖς ἄλλαις ἐπιστήμαις καὶ τέχναις τοὺς ὁρισμοὺςπαρέχουσα. πᾶσά οὖν ἐπιστήμη καὶ τέχνη, ὑποκείμενόν τι ἔχει καὶ τέλος. ὑποκείμενον μὲν οὖν ἐστι,περὶ ὃ καταγίνεται. τέλος δὲ οὗ στοχάζεται, καὶ ὃ βούλεται κοσμεῖν. οἷον, ἡ ἰατρικὴ ὑποκείμενα ἔχει μὲν τὰ ἀν-θρώπινα σώμάτα. περὶ γὰρ ταῦτα καταγίνεται. τέλος δὲ, τὸ ὑγιάσαι ταύτα. τούτου γὰρ στοχάζεται.ὁμοίως καὶ ὁ τέκτων ὑποκείμενον ἔχει τὰ ξύλα, τέλος δὲ, τὸ ποιῆσαι ἀββάκιον. οἱ οὖν ὁρισμοὶ, λαμ-βάνονται ἢ ἐκ τοῦ ὐποκειμένου, ἢ ἐκ τοῦ τέλους, ἢ καὶ ἀπὸ συναμφοτέρου. ἐκ μὲν τοῦ ὑπο-κειμένου, ὡς ὅταν εἴπωμεν, ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη. ἐκ δὲτοῦ τέλους, ὡς ὅταν εἴπωμεν, ὑγείας περιποιητική. ἐκ δὲ τοῦ συναμφοτέρου, τέχνη περὶ τὰἀνθρώπινα σώματα καταγινομένη, ὑγείας περιποιητική. ὁμοίως δὲ καὶ ἡ ἀστρονομία ἐπιστήμη οὖσα,ἔχει ὑποκείμενον τὰ οὐράνια σώματα. τέλος δὲ, τὸ γνῶναι τὰς κινήσεις αὐτῶν. μάθωμεν οὖν τίὑπόκειται τῇ φιλοσοφία, καὶ τί τὸ τέλος αὐτῆς. καὶ οὕτω δυνησόμεθα αὐτῆς τὸν ὁρισμὸν ἀπο-δοῦναι. Ιστέον τοίνυν, ὅτι αἱ μὲν ἄλλαι ἐπιστῆμαι καὶ τέχναι, περί τινα μερικὰ καταγίνονται. οἷον ἡτεκτονικὴ, περὶ μόνα τὰ ξύλα. ἡ δὲ ἀστρονομία, περὶ μόνα τὰ οὐράνια. μόνη δὲ ἡ φιλοσοφίαπερὶ πάντα τὰ ὄντα καταγίνεται. τέλος δὲ ἔχει, οὐ ποιῆσαι, ἀλλὰ γνῶναι αὐτά. παραλαμβάνονταιοὖν τῆς φιλοσοφίας ὁρισμοὶ, πολλοί. πολλοὶ γὰρ καὶ πολλαχῶς ὡρίσαντο τῶν παλαιοτέρωνΑ β
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten