δὲ. πᾶν σῶμα, ἐξ ὕλης καὶ εἴδους σύγκειται. τὸ δὲ γένος καὶ τὸ εἶδος, οὐχ οὕτως. εἶδος γὰρ ἐξεἴδους οὐ συγκειται ποτε. ἀσώματοι ἀρα αἱ πέντε φωναι. πάντα ἤδη προκατεβαλλόμε-θα. λοιπὸν σαφὴς ἡ λέξις. ἀναγνῶμεν οὖν αὐτὴν, καὶ εἴπου τί προσπίπτει, σαφηνίσω-μεν. τΤὸ γὰρ ζῶον οὔτε οὐδὲν τούτων ἐστι. τούτέστιν, ἀμετοχον. προσυπακουστέον γὰρτὸ τοοῦτον. εἰ γὰρ μὴ μετεῖχε λογικοῦ καὶ θνητοῦ τὸ ζῶον, πόθεν εἴχε τὸ εἶδος ταῦτα δέ-ξασθαι. οὔτε δὲ πάσας τὰς ἀντικειμένας ἔχει, ἐπεὶ ἔσονται τὰ ἐναντία ἅμα, ἀλλ' ὡς ἀξιοὖσιν. ἐπειδὴ ὁ πορφύριος πλατωνικὸς ὧνοῦτὰ αὐτῶ ἀρεσκοντα λέγων, εἴπεν ὡς ἀξιοὖσιν οἱ περιπατητικοί. φυσιολογοῦντες γὰρ, καλῶς οὕτω πρεσβεύουσιν, ὅτι τὰ καθό-λου, δυνάμει πρότερον ἔχει τὰ μερικά. καὶ οὕτως εἰς τὴν ἐνέργειαν προκόπτει. ὁρίζον-ται δὲ αὐτὴν οὕτως. ἐνταῦθα τελείαν ὑπογραφὴν λέγει λαμβανομένην ἐκ τῆς τῶν φω-νῶν διαιρέσεως τῆς λεγούσης, ὅτι τῶν φωνῶν αἱ μὲν, εἰσιν ἄσημοι. αἱ δὲ, σημαντικαί. τῶνγὰρ πραγμάτων ἐξ ὕλης καὶ εἴδους συνεστώτων, τὴν αἰτίαν νῦν ἀποδίδωσι. δια τί τὸ μὲνγένος, ἐν τῶ τί ἐστι κατηγορεῖται. ἡ δὲ διαφορὰ, ἐν τῶ ὁποῖον τί ἐστι. λέγει τοίνυν. ὅτι πάντατὰ ὄντα, ἢ κυρίως ἐξ ὕλης καὶ εἴδους ὑπάρχει, ἢ ἀνάλογον ὕλη καὶ εἴδει τὴν σύστασινἔχουσι. πᾶσιμν οὖν τοῖς φυσικοῖς πράγμασιν ἐστὶ τὸ ὑποκείμενον, ὁ καλοῦσι κυρίως ὕλην,τὴν ἀκαλλῆ καὶ ἀνείδεον. ἔστι δὲ κυρίως εἶδος, τὸ κοσμοῦν αὐτὴν καὶ ἐν αὐτῆ γιγνόμενον. οὐ-τως μὲν οὖν ἡ κυρίως ὕλη, καὶ τὸ κυρίως εἶδος, ἐν τοῖς φυσικοῖς πράγμασι θεωρεῖται. ἐνδὲ τοῖς τεχνικοῖς, τὸ ἀνάλογον. οἷον, ἐκ χαλκουγίνεται ἀνδρίας. οὐκοῦν ὁ χαλκὸς λέ-γεται ὕλη. ἀλλ' οὐ κυρίως. ἀναλόγως δὲ. οὐ γὰρ ἀνείδεος ὁ χάλκός. ἀλλ' ἐπειδὴ ὑπεστρω-ται τῶ τεχνίτη, καὶ ἐπιδέχεται τὸ τοῦ ἀνδριαντος εἶδος, ὥσπερ καὶ ἡ κυρίως ὕλη, διατοῦτο ὕλη λέγεται. καὶ τὸ σχῆμα δὲ εἴδει ἀνάλογον καλεῖται, ἐπειδὴ τυ ποῖ τὸν χαλκόν.διότι γὰρ ὑπόκειται τοῖς φυσικοῖς μίάτις ὕλη, δια τοῦτο καὶ εἰς ἄλληλα μεταβάλλουσι πάντα.ἀδύνατον δὲ ἡν εἰς ἄλληλα ἅπάντα μεταβάλλειν, εἰ μὴ μιά τις καὶ κοινηυληπᾶσιν ὑπέ-κειτο. οὕτω γοῦν καὶ τὰ χαλκὰ σκεύη δυνατὰ εἰς ἄλληλα μεταβάλλειν, κοινὴν ἔχον-τα ὕλην. οἷον, ἐκ λέβητος, εἰς ἀνδρίάντα. τὰ γὰρ μὴ ἔχοντα μίαν ὕλην, οὐ δύναται με-ταβάλλειν εἰς ἄλληλα. οὐ γὰρ ἄνποτε γένοιτο ἐκ λέβητος τὸ ἀββάκιον. γίνεται δὲ ἐξαέ-ρος ὕδωρ, καὶ ἐξ ὕδατος ἀηρ, καὶ ἐξ ἀέρος πῦρ, τῶ μίαν ἔχειν τοῦ ὑποκειμένην ὕλην. δηλονότι δεξαμένη αὕτη ψυχρότητα καὶ ὑγρότητα, γίνεται ὕδωρ. θερμότητα δὲ καὶ ξηρό-τῆτα, γίνεται πῦρ. καὶ τῶ ἄλλα ὁμοίως. πάντα οὖν τὰ φυσικὰ πράγματα, ἐξ ὕλης ἐστὶκυρίως καὶ εἴδους, ὥσπερ ἄνθρωπος, ἵππος, καὶ τν ἄλλα. τὰ δὲ τεχνικά, ἐξ ἀναλόγου μὲντηυλη, οἷον, τῶν ξύλων. ἐξ ἀναλόγου δὲ τῶ εἴδει τοῦ τοιούτου σχήματος. φησὶν οὖν ὅτιτὸ μὲν γένος, ὕλης ἔχει λόγων. αἱ δὲ διαφοραὶ, εἴδους. ὥσπερ γὰρ κατὰ μὲν τὴν οὐσίαν οὐ-δὲν διαφέρει ἀλλήλων, οἷον, τὰ χαλκάσκευη, ἡ δὲ διαφορὰ κατὰ τὸ σχῆμαγίνεται, οὕτωμν τὸ γένος καθὸ ζῶα ἐς μὲν, οὐδὲν διαφέρει ἀνθρωπος. ἵππος. κύων. καὶ τάλλα. κατὰδὲ τὰς διαφορὰς, διαφέρει. τὸ γὰρ ζῶον δεξάμενον τὸ λογικὸν καὶ τὸ θνητον, ποιεῖ τὴν ἀν-θρωπον. τὸ δ' ἄλογον καὶ τὸ θνητὸν πάλιν δεξάμενον, ποιεῖ τὸν ἵππον. ὥστε ὕλη μὲν,ἀναλογεῖ τὸ γένος. εἴδει δὲ, αἱ διαφοραι. ἐπεὶ οὖν ἡ μὲν ὕλη ἑκάστω τὸ εἶναι παρέχει, τὸ δ'
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten