Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

φη γὰρ. δια τί τὸ μὲν εἶδος ἐν τῶ τί ἐστι κατηγορεῖται, δὲ διαφορὰ, ἐν τῶ ὁποῖον τί ἐστι.καίτοι καὶ ἄνθρωπος, ποῖόντι ζῶον λέγεται. φαμὲν γὰρ τί ἐστι σωκράτης, ζῶον. ὁποῖον ζῶον, ἄνθρωπος. ὥστε καὶ τὸ εἶδος ἐν τῶ ὁποῖον τί ἐστι κατηγορεῖται. φησν τοίνυν ὅτι τὸεἶδος, ποῖόν ἐστιν οὐχ ἁπλῶς, ἀλλὰ καθὸ μετέχει τῶν διαφορῶν. τὸ μὲν γὰρ ἐν τῶ τί ἐστικατηγορεῖσθαι, ἔχει τὰ εἴδη ἐκ τῶν γενῶν. τὸ δὲ ἐν τῶ ὁποῖον τί ἐστιν, ἐκ τῶν διαφορῶν.ποῖον γὰρ ζῶον ἐρωτηθέντες, λέγομεν λογικὸν θνητόν. ὥστε καθ' αὑτὰς μὲν αἱ διαφο-ραὶ, τὸ ποιὸν ἔχουσι. τὰ δὲ εἴδη, κέκτηνται τοῦτο ἐκ τῶν διαφορῶν. Ετι διαφορὰ μὲνσυντίθεται μεθ' ἑτέρας διαφοράς. Αλλην ἑτερότητα δείκνυσι διαφορᾶς καὶ εἴδους. ὅτι μὲν διαφορὰ, δύναται συντεθῆναι μεθ', ἑτέρας εἰς ὑπόστασιν τινός. οἷον, συνετέθη τὸλογικὸν καὶ τὸ θνητὸν εἰς ἀνθρώπου ὑπόστασιν. δὲ καθόλου ἀνθρωπος συντεθεὶς μὲναὐτοῦτων καθόλου ἵππου, οὐδὲν ἀποτελεῖ. τὸ δὲ καθόλου λογικὸν συντεθέν τῶ καθόλονθνητῶ, ποιεῖ τὸν ἄνθρωπον. εἰ δ' ἡμίονος ἐξ ἵππου καὶ ὄνου γίνται, οὐκέτι ἐκ τοῦ καθὸλου, ἀλλ' ἐκ τῶν μερικῶν. γὰρ ἵππος πρόσελθὼν τω ὄνω, ποιεῖ ἡμίονον. οὐχ καθό-λου, ἀλλ' ὁτίς ἵππος τῶ τινὶ ἡμιόνω. καὶ ἄλλως. αἱ μὲν διαφοραὶ συνοῦσαι εἰς ἑνὸς εἴδουςγένεσιν, οὐδὲν ὑπ' ἀλλήλων παθοῦσαι, ἑκάστη τὴν ἑαυτῆς οὐσίαν φυλάττει. οἷον, συνήλθον εἰς ἐνὸς εἴδους γένεσιν τοῦ ἀνθρώπου, τὸ λογικὸν καὶ τὸ θνητὸν, καὶ τὸ νοῦ καὶ ἐπιστήμηςδεκτικὸν. καὶ οὐκ ἐκρίφθησαν ὑπὸ τινὸς τούτων. ἵππος δὲ καὶ ὄνος συνελθόντες καὶ ἀποτέλεσαντες ἡμιονον, διὰ τὸ μὴ εἶναι εἴδη ἀλλὰ ἀτομα, οὐδὲ τὴν ἑαυτῶν εἰλικρινῶς φύσιν ἐφύ-λαξαν ἐν τῶ ἡμιόνω. ἄλλο γάρ τι ἀμφοτέρων τῆς ἑκάστου οὐσίας φθαρείσης γέγονεν. ὥσ-τε τὸ εἶδος εἴδει οὐ συνέρχεται.ΠΕΡΙΚΟΙΝωΙΑΣ ΚΑΙ ΔΙΑΟΟΡΑΣ, ΑΙΑΟΟΡΑΣ ΚΑΙΑΟΥ.γαφορὰ μὲν καὶ ίδιον, κοινὸν μὲν ἔχουσι τὸ ἐπίσης μετέχεσθαι ὑπὸ τῶνμετεχόντων. Δύο κοινότητας λέγει διαφορᾶς καὶ ἰδίου. τό, τε ἐπίσηςμετέχεσθαι, καὶ τὸ ἀεὶ ὑπάρχειν οἷς ὑπάρχουσιν. οὔτε γὰρ σωκράτης μᾶλονπλάτωνος λογικὸν, οὔτε μᾶλον γελαστικὸν. εἰ δὲ καὶ λογικώτερον ἄλλον ἄλλουπαται λέγομεν μᾶλλον καὶ ἥττον, ἄλλ' ἕτερόντι σημαίνομεν, διὰ τοῦ λογικοῦ καὶ τοῦ λο-γικωτέρου ἐν ταῦθα. οὐδὲ γὰρ τὴν λογικὴν οὐσίαν ζητοῦμεν ἐνταῦθα, ἄλλὰ τὴν ἐν τοῖς μαθήμασι λογικὴν ἕξιν, ἥτις ἐπιτηδειότης ἐστὶ ψυχῆς. ἀεὶ δέ ἐστιν ἄνος λογικὸς, καὶ ἀεὶγε-λαστικός. ἀεὶ δὲ οὐ κατὰ τὸ γελᾶν, ἄλλὰ κατὰ τὸ πεφυκέναι. λέγει δὲ καὶ ἑτερότητας δύο. μὲν γὰρδιαφορὰ, πλείονα εἴδη περιέχει. τὸ δὲ ἰδιον, ἑνὶ μόνω εἴδει προσεστι. καὶ ὅτι μὲν διαφοράεἰ καὶ ἕπεται τοῖς εἴδεσιν, ἄλλ' οὖν οὐκ ἀντι κατηγορεῖται. εἴτι γὰρ ἄνθρωπος, λογικὸν. οὐ μὴνκαὶ εἴτι λογικὸν, ἄνθρωπος. τὸ δὲ ἰδιον, καὶ ἕπεται καὶ ἀντικατηγορεῖται. εἴτι γὰρ ἄνθρωπος,γελαστικὸν. καὶ εἴτι γελαστικὸν, ἄνθρωπος.