εἶδος, τὸ ποῖον, καὶ τὸ τοιόνδε, εἰκότως τὸ μὲν γένος, ἐν τῶ τί ἐστι κατηγορεῖται, ὡς ἀνάλο-ἡ γοῦν τῆ ὕλη. ἡ δὲ διαφορὰ, ἐν τῶ ὁποῖον τί ἐστιν, ὡς ἀναλόγουσα τῶ εἴδει. Ο κοινός τεἡ καὶ εἰ δικός. κοινος, ὁ καθόλου. εἰ δικὸς δὲ, ὁ καθέκαστα. ὑπογράφουσι δὲ καὶ οὕτως. διαφοράἐστι, τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος. προσελθὸν γὰρ τὸ λογικὸν καὶ τὸ θνητὸν,ἐχώρισε τὸν ἄνθρωπον ἀπὸ τοῦ ἵππου. Πὴ τὸ τυχον φασι τῶν χωριζόντων. ἤγουνοὐχ ἡ τυχοῦσα διαφορὰ, οὐδὲ ἡ κοινῶς, οὐδὲ ἡ ἰδίως, οὐδὲ τὸ καθέζεσθαι καὶ ἑστάναι, ἢ τὸσιμὸν καὶ τὸ γρυπὸν χωρίζει, ἀλλ' ἡ ἰδιαίτατα. ἢ συστατικὸν τοῦ νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶναι. τοῦτο γὰρ, μόνω ἀνθρώπω ὑπάρχει. ἐπεὶ οὐ δὲ θεῶ, ὡς πάσης γνώσεως κρείτ-τονι. οὐδὲ τοῖς ἀλόγοις, ἐπεὶ οὐ δ' αὐτοῖς πέφυκε. καὶ πάλιν, οὐ τῆς δέ τινος ἐπιστήμης,οὐ δὲ τῆς γραμματικῆς μόνης, ἄλλὰ πάσης. Καὶ τοῦ τί ἣν εἶναι, καὶ ὁ τοῦ πράγματος ἐστὶμέρος. Αντὶ τοῦ καὶ εἰς τὸν ὁρισμόν. τὸ γὰρ τί ἣν εἶναι, σημαίνει παρὰ ἀριστοτέλει τὴν ὁρισμὸν,ὥσπερ ἐν τοῖς γραμματικοῖς ἡμῆνις τὴν ὀργήν. ἐπειδὴ ὁ ὁρισμὸς τὸ τί ἐστιν ἑκάστου καὶτὸ εἶναι σημαίνει. ὁ οὖν μέρος ἐστὶ τοῦ ὁρισμοῦ, ἐκεῖνο διακρίνει. τὸ γὰρ νοῦ καὶ ἐπιστήμηςδεκτικὸν εἶναι, μέρος γίνεται τοῦ ὅρου. διὰ τοῦτο αὕτη ἡ διαφορὰ ἀπὸ τῶν ἄλλων διακρί-νει τὸν ἄνθρωπον. Οὐ γὰρ τὸ πεφυκέναι πλεῖν. οὐ λέγει τὸ πλεῖν, τὸ νήχεσθαι, ἢ τὸ φέρεσθαι ἐπὶ τοῦ ὕδατος, οὕτω γὰρ καὶ τὰ ἄλογα καὶ τὰ ἄψυχα πεφύκασι πλεῖν, ἀλλὰ τὸναυτίλλεσθαι. τοῦτο γὰρ ἰδιον ἀνθρώπου. ἄλλ' οὐ κατὰ τὸ ναυτίλλεσθαι ὁ ἄνθρωπος χαρα-κτηρίζεται. ἐπεὶ οὕτως οἱ μὴ ναυτιλλόμενοι, οὐκ ἄν ἦσαν ἄνθρωποι.ΠΕΡι ΤΟΥ ΙΑΙΟΥ-ὁ δὲ ἰδιον, διαιροῦσι τετραχῶς. Πληρώσας τὸν περὶ τῆς διαφορᾶς λόγον,περὶ τοῦ ἰδίου λοιπὸν διαλέγεται. τοῦτο γὰρ ἣν ἀκόλουθον κατὰ τὴν εἰρη-μένην τάξιν. διαλεχθεὶς γὰρ περὶ τῶν οὐσιωδῶν, ἀναγκαίως καὶ περὶ τῶνἐπουσιωδῶν διαλέγεται. ἀλλὰ καὶ ἀπὸ τοῦ ἰδίου ἄρχεται, ὡς μεταιχμίου τια ά πάαται νὸς ὄντος. κοινωνεῖ γὰρ καὶ τοῖς οὐσιώδεσι, καθὸ μόνω καὶ παντὶ καὶ ἀεὶ ὑπάρχει τὸ κυρίως ἰδιον, ὥσπερ καὶ τὰ οὐσιώδη. καὶ γὰρ ταῖτα, καὶ πᾶσι καὶ ἀεὶ ὑπάρχει, οἷς ὑπὰρχει. κοίνων εῖ δὲ καὶ τοῖς συμβεβηκόσιν. ὅτι ὥσπερ ἐκεῖνα τῆ ἐπινοία χωρίζεται τοῦ ὐποκειμένου, οὕτω καὶ τοῖδιὸν τῆ ἐπινοία χωρίζεται. πάλιν δὲ κατὰ τὸν αὐτὸν τύπον τῆςσκαλίας, πρότερον αὐτοῦ τὰ σημαινομενα ἀπαριθμεῖται, καὶ οὕτω λέγει περὶ ποίουτοῖς φιλοσόφοις ὁ λόγος. τρόπον οὖν τινα διαιρεῖ εἰς τέσσαρα τὸ ἴδιον, καὶ φησὶν οὔ-τως. τὸ ίδιον, ἢ μόνω τινὶ ὑπάρχει εἴδει, ἢ οὐ μόνω. καὶ εἰ μόνω, ἢ παντὶ τῶ εἴδει ὑπάρχει, ἢοὐ παντί. καὶ εἰ μὴ μόνω πάλιν, ἢ παντὶ, ἢ οὐ παντί. ἢ ἀεὶ, ἢ οὐκ ἀεί. ἡ μὲν οὖν διαίρεσις, αὕτη.καὶ ἔστιν ἓν μὲν σημαινόμενον καὶ πρῶτον, ὁμόνω τινὶ συμβέβηκεν, οὐ παντὶ δέ. ὡςτῶ ἀνθρώπω τὸ ἰατρεύειν. τὸ φιλοσοφεῖν. τὸ ἀστρονομεῖν. τὸ γεωμετρεῖν. ἢ τί τῶν τοιού-των. Δεύτερον δὲ, ὁπαντὶ μὲν, οὐ μόνω δέ. ὡς τῶ ἀνθρώπω τὸ εἶναι δίποδι. παντὶ γὰρἀνθρώπω ὑπάρχει. οὐ μόνω δε. καὶ γὰρ καὶ πετεινοῖς ὑπάρχει τὸ δίποσιν εἶναι. Τρίτον δὲ,ὁ καὶ μόνω καὶ παντὶ, οὐκ ἀεὶ δὲ, ἀλλὰ ποτέ. ὡς τῶ ἀνθρώπω τὸ ἐν γήρα πολιοῦσθαι. μό-νω γὰρ καὶ παντί. ἀλλ' οὐκ ἀεὶ πεπολίωται, ἀλλ' ἐν γήρα. Τέταρτον δὲ, ἐφ' οὗ συνδεδρά-
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten