μὴ κε, καὶ τὸ μόνω καὶ παντὶ καὶ ἀεί. οἷον τῶ ἀνθρώπω, τὸ γελαστικὸν. καὶ τῶ ἵππω, τὸ χρεμε-τιστικὸν. καὶ τῶ κυνὶ, τὸ ὑλακτικὸν. τούτων δὲ ἕκαστον λέγεται κατὰ δυναμιν, οὐ κατ' ἐνέργειαν.οὐ γὰρ καθὸ γέλὰ ἢ χρεμετίζει, γελαστικὸν λέγεται, ἢ χρεμετιστικὸν, ἀλλὰ καθὸ πέφυκε.τοῦτο γάρ ἐστι τὸ κυρίως ἰδιον, τὸ τῶ μόνω, καὶ πάντι, καὶ ἀεὶ ὑπάρχον. ὥστε ὁ πορφύριοςκατε χρήσατο ἐπὶ τῶν ἄλλων σημαινομένων. καὶ ἁπλῶς τὸ κοινότερον λεγόμενον ἰδιονλάβων, εἰς τέσσαρα διεῖλε. τριῶν οὖν οὐ σῶν ἀντιθέσεων, ἐξ ὧν τὰ τοῦ ἰδίου σημαινό-μενα εἴληπται, τούτων πρὸς ἄλληλα συμπλεκομένων, πλείονὲς γίνονται σχέσεις αὐτῶν.ἐξ ὧν αἱ μὲν, εἰσὶν ἀσύστατοι. αἱ δὲ, συνιστάμεναι, ὡς διὰ τῶν ὑπογραμμῶν δεικνύται. τούτω δ' αὐτῶ ἀεὶ συμφυτατέσσαρα. τὸ δὲ εἰπεῖν συμφύτὸν, τὴν δύναμιν καὶ τὸ πεφυ-κέναι ἐδήλωσεν. οὐ τὴν ἐνέργειαν. εἰ γὰρ καὶ μὴ ἀεὶ γελῶμεν, ἀλλὰ γέλαστικοὶ εἶναι λε-γόμεθα ἀείι. δυνάμει γὰρ ἔχομεν, τὸ γελᾶν ἀεί. καὶ πεφύκαμεν γελᾶν ἀεί. γελαστικοὶοὖν ἐς μὲν, οὐ γελῶντες ἀεί. ἄλλο γὰρ τὸ γελᾶν, καὶ ἄλλο τὸ γελαστικὸν. καὶ ἄλλο τὸ χρεμετί-ζειν, καὶ ἄλλο τὸ χρεμετιστικὸν.ΠΕΡΙΣΥΜ ΕΡΗΗΟΤΟΣὑμβεβηκὸς δέ ἐστιν, ογίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένουφθοράς. Τῶν προκειμένων πραγμάτων πρὸς τὴν διδασκαλίαν, ὑστέραντάξιν ἔχει τὸ συμβεβηκός. λείπεται τοίνυν περὶ τούτου τὸν λόγον ποιήσασθαι. Ιστέον δὲ ὅτι, οὐ κατὰ τὴν εἰωθῦίαν διδασκαλίαν καὶ περὶ τούτου ἐδί-π ασαντα δαξεν. ἐπὶ μὲν γὰρ τῶν ἄλλων φωνῶν, πρότερον ἀπηριθμήσατο τὰ διά.-φορὰ αὐτῶν σημαινόμενα, καὶ τότε ἐλεγε περὶ ποίου τοῖς φιλοσόφοις ὁ λόγος. ἐν ταῦθα δὲοὐτοῦτο ποιεῖ, ἄλλ' εὐθὺς τὴν ὑπογραφὴν τοῦ συμβεβηκότος λέγει, εἰδὼς ὅτι περὶ πάντωντῶν σημαινομένων τοῦ συμβεβηκότος ὁ λόγος τοῖς φιλοσόφοις. εἰ δὲ τὸ συμβεβηκὸς γί-νεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, δῆλον ἐντεῦθεν, ὡς οὐκ εἰσὶσώματα τὰ συμβεβηκότα. εἰ γὰρ ἡσαν σώματα προστιθέμενα μὲν τοῖς σώμασιν, εἴχοναὐτὰ δηλον ὅτι αὔξειν. ἀφαιρούμενα δὲ, μειοῦν. εἰ δὲ μήτε προστιθέμενα, μήτε ἀφαι-ρούμενα λυμαίνεται τὰ σώματα, ἄρα τὰ συμβεβηκότα ἀσώματά ἐστι. καὶ ἄλλως. εἰ ἡσανσώματα, ἔμελλεν εἷς τόπος πλειόνων σωμάτων εἶναι περιεκτικός. ὅπερ ἀδύνατον. ἐνγὰρ τῶ μήλω, ἔστι καὶ εὐωδία, καὶ χροια, καὶ γλυκύτης. καὶ ταῦτα εἰ ἣν σώματα, οὐκ ἔμελλεν ἕνα ἔχειν τόπον. ὅπερ ἀδύνατον. σῶμα γὰρ διὰ σώματος χωρίσαι ἀδύνατον. καὶ ὅτι μὲντὰ χωριστὰ συμβεβηκότα τοῦ ὑποκειμένου οὐ λυμαίνεται, αὐτὰ γινόμενα καὶ ἀπογι-νόμενα, δῆλον. τὸ γὰρ καθῆσθαι, ἢ ἑστάναι, ἢ θερμαίνεσθαι, ἢ ψύχεσθαι, γίνεται καὶ ἀπὸγίνεται, μὴ φθείροντα τὸ ὑποκείμενον. ἀρα οὖν καὶ τὰ ἀχώριστα ἀπογίνεται μὴ λυμαινό-μενα τὸ ὑποκείμενον, σιμότης λέγω, καὶ γρυπότης, καὶ μελανία ἡ ἐν τῶ κόρακι, φα-μὲν οὖν ὅτι εἰ καὶ μὴ τῆ ἐνεργεία, ἄλλ' οὖν γε τῆ ἐπινοια καὶ ταῦτα χωρίζεται. κᾶν γὰρ εὐ-θεῖαν ἢ καμπυλην νοήσης τὴν ῥίνα, μένει ρὶς οὐδὲν ἥττον. εἴωθε δέ τινὰ περὶ τοῦ ἀπὸδιδομένου ὁρισμοῦ ἀπορεῖσθαι. φασὶ γὰρ ὡς ἤδη εἴρηται, μὴ πᾶσιν ἀρμόζειν τοῖς συμ-βεβηκόσι τὴν ὁρισμὸν, ἄλλὰ τοῖς χωριστοῖς. τὸ γίνεσθαι λέγω, καὶ ἀπογίνεσθαι. τὸ γὰρ ἐν αἰθίο-
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten