Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

ἀριστοτέλης, καὶ ξενοκράτης. μὲν ἀριστοτέλης, ἐν λυκείω. δὲ ξενοκράτης, ἐν ἀκα-δημία. ἐλέγοντο οὖν οἱ μὲν τοῦ ἀριστοτέλους, περιπατητικοὶ ἐκ λυκείου. οἱ δὲ τοῦ ξε-νεκράτους, περιπατητικοὶ ἐξ ἀκαδημίας. ὕστερον δὲ οἱ μὲν τοῦ ἀριστοτέλους, ἀπέλα-βον τὴν ἐκ τῆς ἐνεργείας ἐπωνυμίαν, ἀπολέσαντες τὴν ἐκ τοῦ τόπου. καὶ ἐκλήθησανπεριπατητικοὶ. οἱ δὲ τοῦ ξενοκράτους, τὴν ἐκ τοῦ τόπου ἀπολαβόντες, καὶ τὴν ἐκ τῆςἐνεργείας ἀπολέσαντες, ἐκλήθησαν ἀκαδημιακοί. ἐπεὶ οὖν φιλόσοφος ἔμελλε τι-νὰ ὑπολήψιν ἐν τῆ διδασκαλία ἔχειν τῶν ὑπὸ πλάτωνος εἰρημένων πλατωνικὸς ὧν καὶαὐτὸς, καὶ χρήσιμον εἰς τὰς ἀριστοτέλους κατηγορίας γράψειν τὸ βιβλίον, εἶπεν ὅτι δι-δάξω περὶ αὐτῶν, ὡς οἱ παλαιοὶ διέλαβον. καὶ τούτων, οἱ ἀριστοτελικοί. διὰ τοῦτο εἴ-πε καὶ μαλιστα οἱ ἐκ τοῦ περιπάτου. Δέκα εἰσὶ γενικώτατα γένη. οὐσία. ποσόν. ποι-ὄν. καὶ τὰ ἄλλα. ὧν μὲν οὐσία, πρᾶγμα αὐθύπαρκτον. τὰ δ' ἄλλα, συμβεβηκότα.ἀποδέδοται οὖν τῶ γένει ὑπογραφὴ, ἥτις ἀρμόσει καὶ τοῖς δέκα. καὶ μὴ λεγεπῶς τῆ οὐ-σία ἁρμόσει καὶ τοῖς συμβεβηκοσι, διαφόροις οὖσι κατὰ τὸ εἶναι. ὅπερ γὰρ ἐπισυμβέβη-κέτη οὐσία, τούτέστι τὸ ὡς γένος εἰς εἴδη διαιρεῖσθαι τὰ ὑπ' αὐτὴν, τὸ αὐτὸ καὶ τοῖς ἄλ-λοις συμβεβηκε. διαιροῦνται γὰρ καὶ τὰ ἄλλα εἰς τὰ ὑπ' αὐτὰ εἴδη, ὡς γένη. ἄλλο τοίνυνἐστὶ σκοπεῖν ταῦτα ὡς οὐσίαν καὶ συμβεβηκότα. καὶ ἄλλο τὸ ὡς γένη γενικώτατα. κοινὸνγὰρ ἔχουσι τοῦτο.-ΠΕριγΕΝΟΥΣ-οικε δὲ μήτε τὸ γένος, μήτε τὸ εἶδος ἁπλῶς λέγεσθαι. Ειρηκὼς τὸν σκοπὸν καὶ τὸ χρήσιμον, τίς τε εἰσαγωγικὸς τρόπος, ὅτι τῶν μὲν βαθυτέρωνἀπέχεσθαι μέλει ζητημάτων, τῶν δὲ ἁπλουστέρων στοχάζεσθαι, καὶ τίνατὰ ἁπλούστερα, καὶ τίνα τὰ βαθύτερα, ἀκόλούθως ἐπὶ τὴν κατὰ μέρος διδασκαλίαν εἰσεβαλε. καὶ πρῶτον περὶ γένους διαλαμβάνει, ὅτι πρώτηντάξιν ἔχει τὸ γένος ἐν τοῖς ἀπηριθμημένοις. καὶ ὅτι πλειόνων ἐστὶ περιεκτικὸν εἰδῶν. πρῶ-τον δέ ἐστι τὸ γένος τῶν εἰδῶν κατ' αἰτίαν. καίτοι τῶν πρός τι ἐστὶ τὸ γένος καὶ τὸ εἶδος. ἀλλ'ἔστι τινὰ τῶν πρός τι, ἐν οἷς τὰ ἕτερα τῶν ἑτέρων πρεσβύτερα καὶ αἴτια λέγομεν. οἷοντὸν πατέρα τοῦ ἱοῦ καθὸ ἄνθρωποι, αἴτιον φαμὲν καὶ πρῶτον. καί τοι ἅμα γινωσκο-μένων, καὶ ἀλλήλων συστατικῶν γινομένων τῶν πρός τι, πρός τί ἐστι. τὰ γὰρ πρός τι, ἀνάγ-κη πρότερον οὐσίας τινὰς εἶναι. σκοποῦντες οὖν τὴν προυπάρχουσαν αἰτίαν τῶν πρός τιἡν ἂν προυφεστῶσαν εύρωμεν, χρόνω, φύσει, ἐκείνην κατ' αἰτίαν πρεσβυτέραν λέγομεν. ἐν γοῦν τῶ πατρὶ καὶ ὑἱῶ, πρεσβύτερός ἐστιν πατηρ χρόνω, καθὸ ἄνθρωπος ἐστιν.ὅπέρ ἐστιν αὐτὸ οὐσία, ἥτις συστατικὴ γίνεται τῆς τοῦ οὐ οὐσίας. διατοῦτο οὖν τὴν πα-τέρα πρεσβύτερον λέγομεν εἶναι τοῦ ἱοῦ, καίτοι πρὸς ἄλληλα λεγομένων. δὲ ἄρχων τοῦ ἀρχομένου, καὶ διδάσκαλος τοῦ μαθητου, κατὰ μόνην αἰτίαν πρεσβύτεροι, οὐ τῶ χρόνω. τῶχρόνω γὰρ ἔσθ', ὅτε καὶ ὕστεροι εἰςν ὡς ἄνθρωποι. ἄρχων τοῦ ἀρχομένου, καὶ διδασκάλοςτου μαθητοῦ. τὸ αὐτὸ οὖν καὶ ἐπὶ τοῦ γένους καὶ τοῦ εἴδους. τὸ γὰρ γένος καὶ τὸ εἶδὼς, τῶν πρός τι.τὰ δὲ προστι, ἀνάγκη οὐσίας πρότερα εἶναι. τὸ δὲ γένος, κατὰ τὴν οὐσίαν φύσει προυφέστη-κεν, οὐ χρόνω. καὶ συστατικὸν γίνται τῆς οὐσίας τοῦ εἴδους. τὸ γὰρ γένος, τέμνεται εἰς εἴδη.