φέρε εἰπεῖν, καὶ ὄνου εὑρεῖν. Ας δὴ καὶ ὁριζόμενοι, φαμέν. διαφορά ἐστιν, ἡ περισσεύει τὸεἶδος τοῦ γένους. Απαριθμήσαμενος τὰ σημαινόμενα τῆς διαφορὰς, καὶ εἰπὼν περὶ ποίου σημαινομένου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος, μάλιστὰ βούλεται ταύτην τὴν ὑπογραφὴν ἀποδοῦναι. φησοὖν ὅτι διαφορά ἐστιν, ἡ περιττεύει τὸ εἶδος τοῦ γένους. ὁ γὰρ ἄνθρωπος, τῶ λογικῶθνητῶ περιττεύει τοῦ ζώου. Απορίαν δέ τινα ἀπορεῖ ὁ πορφύριος ἐκ τοῦ ὁρισμοῦκαὶ ἐπιλύεται ταύτην. προλαμβάνει δὲ τῆς ἀπορίας δύο ἐναργῆ τινὰ ἀξιώματα, ἃ οὕτωκαλοῦνται ὑπὸ τῶν περιπατητικῶν, ὡς οἰκόθεν τὸ ἀξιόπιστον ἔχοντα. εἰσὶ δὲ τὰ ἀξιώ-ματα, ταῦτα. πρῶτον μὲν, ὅτι οὐδὲν γίνεται ἐκ τοῦ μὴδαμῆ μὴδαμῶς ὄντος. οἷον, τὸ ἀβ-βάκιον, γέγον εν ἐκ τοῦ ξύλου. ὁπη μὲν, ὃν ὑπήρχε. ξύλον γὰρ ἣν. πῆ δὲ, μὴ ὄν. οὔπωγὰρ ἣν ἀββάκιον. εἰ γὰρ ἣν, οὐκ ἔχρη ζετεκτονος τοῦ ποιοῦντος. καὶ οἱ λίθοι πῆ μέν εἰσινὄντες, ὡς λίθοι. πῆ δὲ οὐκ ὄντες, ὅτι οὐπωοικός. ἐκ δὲ τοῦ μὴδαμῆ μηδαμῶς ὄντος, πῶςἄντι γένοιτο. δεύτερον δὲ, ὅτι τὰ ἐναντία ἐν τῶ αὐτῶ ὑποκειμένω κατὰ τὴν αὐτὸν χρόνον ἅμαοὐκ ἐν δέχεται εἶναι. ἀναιρετικὰ γὰρ ἀλλήλων τὰ ἐναντία εἰσί. τούτων προλεχθέντων,.ἡ ἀπορία προβαίνει τοῦτον τὸν τρόπον. Ανάγκη τὰς διαφορὰς, ἢ ἐκ τοῦ γένους τοῖς εἴδε-σιν ἐπιγίνεσθαι προυπαρχούσας ἐν αὐτῶ, ἢ ἐκ τοῦ μηδαμη μὴδαμῶς ὄντος. ἑκάτερονδὲ τούτων, ἄτοπον. εἰ γάρ εἰσιν ἐν τοῖς γένεσιν αἱ διαφοραὶ σώμασιν οὖσιν, ἔσονται τὰ ἐναντία ἐν τῶ αὐτῶ κατὰ τὸν αὐτὸν χρόνον. τὸ θνητὸν καὶ τὸ ἀθάνατον. τὸ λογικὸν καὶ τὸ ἄλογον.ὅπερ ἄτοπον. εἰ δὲ μὴ ὡσιν αἱ διαφοραὶ ἐν τοῖς γένεσι, πόθεν γίνονται ἐν τοῖς εἴδεσιν.ἔστι γάρ τι γιγνόμενον ἐκ τοῦ μηδαμη μὴδαμῶς ὄντος, ὅπερ ἄτοπον. οὐ γὰρ ἐξ ἄλλου τινὸςδύνανται εἶναι, ἐπεὶ οὐδὲ ἔστι μεταξὺ γένους καὶ εἴδους ἄλλο, εἰ μὴ αἱ διαφοραί. δῆλον οὖνὅτι ἀπορώτατος ὁ λόγος. ἀπορήσας τοίνυν, ἐπιλύεται τὴν ἀπορίαν περιπατητί-κῶς. λέγει γὰρ ὁ πορφύριος, ὅτι τὰ ἐναντία ἐν τῶ αὐτῶ κατὰ τὸν αὐτὸν χρόνον, ἐνεργείαμὲν εἶναι οὐ δύναται. δυνάμει δὲ δύναται εἶναι. ἵνα δὲ σαφὲς γένηται τὸ λεγόμενον, εἴπω-μεν οὕτως. ἄλλο ἐστὶ τὸ δυνάμει εἶναι τι, καὶ ἄλλο τὸ ἐνεργεία. δυνάμει μὲν γὰρ λέγεται, τὸἀτελὲς καὶ μὴ προαχθέν εἰς ἐνέργειαν, δυνάμενον μέντοι καὶ ἐπιτηδείως ἔχον ἐν εχθῆναιἐπὶ τὸ ἐνεργεία. οἷον, τὸ παιδίον, δυνάμει μὲν γραμματικόν ἐστὶ. δύναται γὰρ γενεσθαιγραμματικὸν. καὶ τὸ ψυχρὸν ὕδωρ, δυνάμει θερμόν. δύναται γὰρ γενέσθαι δυνάμει θερ-μόν. τοῦτο οὖν ἐστὶ τὸ δυνάμει. ἐνεργεία δὲ λέγεται γραμματικὸς, ὁ ἤδη κατὰ τὴν γρα-ματικὴν ἐπιστήμην κατὰ τὴν ἕξιν τελειωθεὶς καὶ παραδους τοὺς γραμματικοὺς λόγους. καὶ τὸ μὲνῆ ψυχρὸν ὕδωρ, δυνάμει λέγεται εἶναι θερμόν. τὸ δ' ἤδη θερμανθέν, ἐναργεία θερμόν. φησιοὖν ὅτι τὰ ἐναντία ἤτοι τὸ ψυχρὸν καὶ τὸ θερμὸν, ἐναργεία μὲν, ἅματινὶ παρεῖναι ἀδύνα-τὸν. δυνάμει δὲ, δύνατόν. τὸ γὰρ χλιαρὸν ὕδωρ, οὔτε θερμὸν, οὔτε ψυχρόν ἐστὶν ἐναργεία.δυνάμει δέ ἐστιν ἀμφότερα. καὶ τὸβρέφος δυνάμει καὶ ἀρετὴν ἔχει, καὶ κακίαν. καὶ ἡ ὕλη δυνάμεὶ πάντα ἔχει τὰ ἐναντία. εἰ οὖν καὶ τὸ γένος ὕλης λόγον ἐπέχει ὡς ἑξῆς φησ, δῆλον ὅτι ἕξειἐν ἑαυτῶ δυνάμει πάσας τὰς ἐναντίας διαφορας. καὶ ἄλλως δὲ, δυνατὸν ἐνενὶ τὰ ἐναντίαεἶναι. εἰ μὲν τὸ ἕτερον, ἐνεργεία ἔχει. τὸ δὲ λοιπον, δυνάμει. τὸ γὰρ ἐνεργεία ψυχρὸν, δυνάμεί ἐστὶ θερμὸν, εἰπεφύκοι μεταβάλλεσθαι εἰς τὸ θερμόν. τοῦτο δὲ εἶπον, ἐπειδὴ ἐστι τινὰ
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten