Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

νῦν λογικὸν καὶ θνητὸν συνίσταται. ἔστι γὰρ ἄνθρωπος λογικὸν, καὶ ἀθάνατον θεός. ἀλο-γον δὲ καὶ θνητὸν, ἵππος. οὐκέτι δέ ἐστιν ἀἄλογον καὶ ἀθάνατον. ζητεῖται γὰρ περὶ τῆς λοι-πῆς συζυγίας, τῆς τοῦ ἀλόγου φημὶ καὶ τοῦ ἀθανάτου. πότερον συνέστηκε καὶ ἔστι τὶ ἀλο-γον καὶ ἀθάνατον, οἷόν τι δοκεῖ καὶ περὶ τῆς σκύλλης ποιητὴς λέγειν, Αλλ' ἀθάνατον κακόν ἐστιν, οὔ. οἱ μὲν γάρ φασιν εἶναί τι δαιμονίων ἀλόγων γένος ἀθάνατον. ὅπερ δὴμείοναἐπέχειν φασὶ τάξιν, οὗς καὶ ἀποτρεπόμεθα. οἱ δέ φασι καὶ τὸ τοοῦτον γένος θνητὸν εἶναι.οἱ γὰρ ἂν ἀθάνατον, καὶ λογικὸν εἶναι πάντως. έλθωμεν τοίνυν καὶ ἐπὶ τὴν οὐσίαν, καὶ τὰαὐτὰ εὑρίσομεν. καὶ γὰρ καὶ ἐνταῦθα δύο οὐσῶν ἀντιθέσεων, ἐμψύχου φημὶ καὶ ἀψύ-χου, αἱ σθητικοῦ καὶ ἀναίσθητου, καὶ τούτων συμπλεκομένων, τρεῖς μόναι συνίστανται συ-ξυγίαι. αἱ δὲ λοιπαὶ τρεῖς, ἀσυστατοί εἰσι. τὸ μὲν γὰρ ἔμψυχον καὶ αἰσθητικὸν, ἐστὶ τὸ ζῶον.τὸ δὲ ἔμψυχον καὶ ἀναίσθητον, τὸ φυτόν. τὸ δὲ ἄψυχον καὶ ἀναίσθητον, λίθος. ἄψυχον δὲκαὶ αἱ σθητικὸν, οὐδέν ἐστὶν. γὰρ ἄν ἔχει αἴσθησιν, πολλῶ μᾶλλον τὴν φυσικὴν ἔχει ψυχήν. ὅπουγὰρ φυσικὴ, οὐ πάντως καὶ αἰ σθητική. ὅπου δὲ αἰσθητικὴ, ἐκεῖ πάντως καὶ φυσική. ἀλλ' αὗται γεδιαιρετικαὶ διαφοραὶ τῶν γενῶν. ὥσπερ γάρ ἐστι τινὰ μόνως εἴδη, τινὰ δὲ καὶ γένη καὶ εἴδη,οὕτω καὶ ἐπὶ τῶν διαφορῶν. τῶν γὰρ εἰδοποιῶν διαφορῶν, αἱ μέν εἰσι μόνως διαιρετικαὶ,αἱ τῶν γενικωτάτων. αἱ δὲ, μόνως συστατικαὶ, αἱ τῶν εἰ δικωτάτων. αἱ δὲ, συστατικαίτε καὶδιαιρετικαὶ, αἱ τῶν ὑπαλλήλων. αἱ μὲν γὰρ τῆς οὐσίας διαφοραὶ, τὸ σῶμα φημὶ καὶ τὸἀσώματον, διαιρετικαὶ μόνως τῆς οὐσίας. οὐδαμῶς δὲ συστατικαί. αἱ δὲ τοῦ ἀνθρώπουδιαφοραὶ, οἷον, τὸ λογικὸν καὶ τὸ θνητὸν, μόνως συστατικαὶ τοῦ ἀνθρώπου. αἱ δὲ τῶν μέ-σων, οἷον, αἱ τοῦ ζώου, τὸ θνητον καὶ ἀθάνατον, τὸ λογικὸν καὶ τὸ ἄλογον, συστατικαὶ καὶ διαιρετικαὶ, διότι ἔχουσί τι πρὸ αὐτῶν ἐπαναβεβηκός. αἱ μὲν γὰρ ἐναντίαι, διαιρετικαὶτοῦ ζώου, ὅτι αὗται διαιροῦνται εἰς ἕτερα εἴδη. οἷον, τὸ θνητὸν καὶ ἀθάνατον. εἰς ταῦτα γὰρδιαιρεῖται τὸ ζῶον, καὶ τὸ λογικὸν, καὶ τὸ ἄλογον ὁμοίως. αἱ δὲ ὑπάλληλοι, τῶν εἰδῶν εἰσισυστατικαί. λογικὸν μὲν γὰρ καὶ θνητὸν, ἀνθρώπου συστατικόν. λογικὸν δὲ καὶ ἀθάνατον,ἀγγέλου. ἄλογον δὲ καὶ θνητὸν, ἵππου. αἱ δὲ τοῦ ἀλόγου καὶ τοῦ θνητοῦ, τῶν ἀλόγων ζώων.παρέλειψε δὲ πορφύριος τὸ ἄλογον καὶ τὸ ἀθάνατον ὡς ἀμφιβαλλόμενα, εἴτε εἰσὶ τοι-αῦται οὐσίαι, εἴτε οὔ. εἰσὶ γὰρ ὡς εἶπον τὰ ἄλογα δαιμόνια τὰ μείονα τάξιν ἐν τῶ παντὶἐπέχοντα, καὶ ἀφωρισθέντα πρὸς τὸ τὰς ἀξίας κολάζειν ψυχὰς, ἅπερ ὑπο τινων μὲν,ἀθάνατα. ὑπό τινων δὲ, θνητὰ εἶναι νενόμισται. καὶ τούτων γέμαλιστα χρεία εἰς τὰς διαι-ρέσεις τῶν γενῶν. Εκόπειπῶς ὧδε ἐν τῶ λέγειν εἰς τοὺς ὁρισμοὺς λαμβάνονται αἱ δια-φοραὶ αὗται, δηλοῖ ὅτι καὶ αἱ φωναὶ ἐπὶ τῶν ὁρισμῶν τῶν συμβεβηκότων οὐσιώδεις εἰσίν.οἱ γὰρ ὅροι, ἐξ οὐσίωδῶν φωνων συγκεινται. οἷον, λευκόν ἐστι χρῶμα, διακριτικὸν ὄψεως.τὸ δὲ μαλιστα προσεθηκεν, ὅτι πολλάκις διὰ τὴν ἀνθρωπινην ἀσθένειαν ἀποροῦντεςτοιούτων διαφορῶν, παραλαμβάνομεν ἐκ τῶν κατὰ συμβεβηκός. οἷον, ἐπὶ τοῦ κορακὸςἀντὶ διαφορῶν, τὸ μέλαν λαμβάνομεν. καὶ ἐπὶ τοῦ κύκνου τὸ λευκόν. ὡς ὅταν ἵππονὁριζόμενοι, εἴπωμεν ζῶον εἶναι ἄλογον χρεμετιστικὸν. τὸ δὲ ἰδιον ἐπουσιῶδες ὂν, ἀντὶδιαφορᾶς οὐσιώδους παραλαμβάνομεν, διὰ τὸ μὴ δύνασθαι οὐσιώδη διαφορᾶν ἵππουΑ δ