γικός. οὐδὲ ὁ ἵππος τοῦ βοὸς μᾶλλον ζῶον, ἢ τούτων ὁ ἄνθρωπος, ἄλλ' ἐν ταῖς κατὰ βάθος ὡςεἶπον, δυνατόνπως θεωρῆσαι τοῦτο. αἱ γὰρ ἐπάνω, τῶν ὑποκάτω τρανέστεραι, ὅσω καὶ ἀπο-λαύουσι τῶν κρειττόνων. οἷον μᾶλλον τὸ λογικὸν, ἐννῶ. ἤττον δὲ, ἐν ψυχῆ. καὶ μᾶλον ἐν ἀγγέ-λοις. ἥττον δὲ ἐν οὐρανίοις σώμασιν, εἴπερ καὶ αὐτὰ ἔμψυχα εἴη καὶ λογικά. καὶ εἴτε τὸ μᾶλλονἐν τούτοις, ἢ ἐν ἡμῖν. καὶ ἄλλως. ἡ οὐσία μᾶλον ἐν ζώω, ἢ ἐν ἀνθρώπω. καὶ μᾶλλον ἐν τούτοις. ὁμοίως τὸ ζῶον μᾶλον ἐν ἀνθρώπω, ἢ ἐν σωκράτει. εἰ γὰρ μὴ ἀμέσως ἡ οὐσία τῶ σωκράτει,ἀλλὰ διὰ μέσου τοῦ ζώου. κἀκτούτου πάλιν διὰ μέσου τοῦ ἀνθρώπου ἐπιφοιτά. πρὸδηλον οὖν ὡς τὰ πρώτως καὶ ἀμέσως τινὸς μετέχοντα τῶν δευτέρων καὶ διὰ μέσου μτεχόντων, μᾶλλον μετέχει. καλῶς ἄρα εἴρηται, ὡς αἱ μὲν κατὰ πλάτος, οὐκ ἐπιδέχονται τὸμᾶλον καὶ τὸήττον. αἱ δὲ κατὰ βάθος, ἐπιδέχονται. εἰ γὰρ αἱ κατὰ πλάτος ἐπιδέχονται τὸ μᾶλον κὶτο ἤττον, οὐκἄν οὐδὲ ἡ αὐτὴ ἀπόστασις ἣν αὐτῶν ἀπὸ τοῦ γένους, τοῦ λογικοῦφησι, καὶ τοῦἀλόγου. τοῦ τε θνητοῦ, καὶ τοῦ ἀθανάτου. Αι δὲ κατὰ συμβεβηκὸς κᾶν ἀχώριστοιωσιν, ἐπί-τασιν καὶ ἄνεσιν λαμβάνουσιν. Επίτασιν καὶ ἄνεσιν λαμβάνουσιν, ἃν ἐπιδέχονται τὸμᾶλλον καὶ τὸ ἤττον. ταῦτα δὲ τὰ ὀνόματα, ἀπὸ μεταφορᾶς τῶν χορδῶν εἴληπται. ἐκεῖ γὰρἡ μὲν ἀποτεινομένη, σφοδρὸν ἀποτελεῖ ψόφον. ἡ δὲ ἀνειμένη, ἐλάττονα. οὕτως οὖν οἱφιλόσοφοι ἐπίτασιν μὲν λέγουσι τὴν σφοδρᾶν ἀντίληψιν τοῦ πράγματος. ἄνεσιν δὲ,τὴν ἐλάττονα. αὗται μὲν γὰρ εἰσιν αἱ τὸν ἑκάστου λόγον συμπληροῦσαι διαφοραὶ, αἱτῆς οὐσίας συμπληρωτικαι. αὗται δὲ καὶ τῶν ὁρισμῶν εἰσι συμπληρωτικαί. οἱ δὲ ὁρισμοὶτοῦ αὐτοῦ, οἱ αὐτοί εἰσιν ἀεί. οὐ γὰρ ποτε μὲν ζῶον λογικὸν θνητὸν ὁ ἄνθρωπος, ποτε δὲοὐ, ἀλλ' ἀεὶ ὡ σάύτως οὔτε ἐπιτασινοὔτε ἄνεσιν ἐπιδεχόμενος. οὐ γὰρ ποτε μὲν μᾶλονζῶον λογικὸν θνητόν ἐστιν ὁ ἄνθρωπος, ποτὲ δὲ ἡττον. Ηκε χρῶσθαιπως. Τούτέστι,λευκὸν ἡ μέλαν εἶναι ἐπιτείνεται καὶ ἀνίεται. ἔστι γὰρ ἄλλο ἄλλου λευκότερον, καὶ μελανότερον, καὶ σιμότερον, καὶ γρυπότερον. τριῶν οὖν εἰδῶν τῆς διαφορᾶς θεωρουμένων, καὶ τῶνμὲν, οὐσῶν χωριστῶν, τῶν δὲ, ἀχωρίστων, καὶ πάλιν τῶν ἀχωρίστων, τῶν μὲν, οὐ σῶν καθ'αὗτὸ, τῶν δὲ, κατὰ συμβεβηκὸς, ὑπεσχετο λογικωτέρως ὁ πορφύριος περὶ τῶν προκειμένωνδιδάσκειν. βούλεται τοίνυν ἐκ τῶν διαφορῶν κἀνταῦθα διδάξαι τινὰ συμβαλλόμε-να πρὸς τὴν διαιρετικὴν καὶ ὁριστικὴν μέθοδον. φησὶν οὖν ὅτι, τῶν εἰδοποιῶν διαφορῶναἱ μὲν, εἰσὶ συστατικαί. αἱ δὲ, διαιρετικαί. οὐκ ἄλλαι καὶ ἄλλαι, ἄλλ' αἱ αὐταί. πν μὲν γὰρ γινον-ται διαιρετικαὶ, πῆ δὲ συστατικαὶ, ἄλλως καὶ ἄλλως παραλαμβανόμεναι. τὸ γὰρ λογικὸν καὶτὸ ἄλογον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τοῦ ζώου εἰσὶ διαφοραί. καὶ εἰσὶν αὗται διαιρετικαι.τὸ γὰρ ζῶον, εἰς ταῦτα διαιρεῖται. ἐὰν δὲ αἱ δυνάμεναι συμπλακῆναι ἅμαλήφθῶσιν, οἷον,τὸ λογικὸν καὶ τὸ θνητὸν, γίνονται συστατικαὶ τοῦ ἀνθρώπου διαφοραί. συνιστῶσι γὰρ καὶ συμ-πληροῦσιν αὐτοῦ τὴν φύσιν. δῆλον οὖν ὅτι αἱ μὲν διαιρετικαὶ διαφοραὶ, χρήσιμευουσιπρὸς τὴν διαιρετικὴν μέθοδον, εἴπερ κατὰ ταύτην γίνονται αἱ τῶν γενῶν εἰς τὰ εἴδη διαιρέσεις.αἱ δὲ συστατικαὶ, εἰς τὴν ὁριστικὴν, εἴπερ οἱ ὁρισμοὶ ἐκ γενῶν εἰσι καὶ τῶν τοιούτων διαφο-ρῶν. Ιστέον δὲ, ὅτι συντιθέμεναι αὗται, ποιοῦσι τέσσαρας συζυγίας. ὧν αἱ μὲν τρεῖς, συνί-στανται. ἡ δὲ μία, ἀσύστατός ἐστὶν. οἷον, ἔστω λογικὸν καὶ ἄλογον. θνητὸν καὶ ἀθάνατον. ἴδου τοί-
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten