σαι ἀπ' ἀλλήλων. τῶν οὖν δια φορῶν, αἱ μέν εἰσὶ χωρισταὶ, αἱ δὲ, ἀχώριστοι. καὶ ταύτη δια.κρίνονται αἱ κοινῶς, τῶν ἰδίως, καὶ ἰδιαίτατα. πάλιν τῶν διαφορῶν, αἱ μὲν, ποιοἄλλο. αἱ δὲ, ἀλλοῖον. καὶ ταύτη διακρίνονται αἱ ἰδιαίτατα, τῶν ἰδίως, καὶ κοινῶς. ἐκ τούτωνοὖν τῶν ἀντιθέσεων ἐξ ὧν διακρίνονται αἱ διαφοραὶ ἄλλήλων, γίνονται συζυγίαι. ἐξ ὧναἱ δύο ὁμολογουμένως εἰσὶν ἀσύστατοι. οὐ γὰρ συνίσταται τὸ χωριστὸν καὶ ἀχώριστον. ἢ το ἀλλοῖ-ον, καὶ ἄλλο. τῶν δὲ τεσσάρων συζυγιῶν τῶν λοιπῶν, ἡ μία ἀσυστατός ἐστιν, ἡ χωριστὴ καὶ ἀλ-λοποιοῦσα. αἱ δὲ λοιπαὶ τρεῖς, συνίστανται. αἱ μὲν γὰρ χωρισταὶ καὶ ἀλλοιον ποιοῦσαι, εἰσὶναἱ κοινῶς. αἱ δὲ ἀχώριστοι καὶ ἄλλο ποιοῦσαι, αἱ ἱ διαίτατα. αἱ δὲ ἀχώριστοι καὶ ἄλλοῖον, αἱ κατὰσυμβεβηκός. καὶ κοινῶς εἰσιν, ὥσπερ τὸ καθέζεσθαι. ἰδίως δὲ, ὡς ἡ γρυπότης. διαίταταδὲ, ὥσπερ τὸ λογικὸν. δόξειε δ' ἄν καὶ ἕτεροντι διάφορον εἶναι, τὸ τῶν χωριστῶν καὶ ἄλλοποιουσῶν. κατὰ ἀλήθειαν δὲ, καὶ αὕτη ἡ συζυγία ἀσυστατός ἐστι. τὸ μὲν γὰρ λογικὸν, καθ' αὑτὸὑπάρχει τῶ ἀνθρώπω. καθὸ γάρ ἐστιν ἄνθρωπος, ὑπάρχει λογικός. διὸ καὶ πάντες ἄνθρω-ποι, λογικοί. τὸ δὲ γρυπον ἡ μέλαν, ἢ ἑστάναι, ἢ τί τῶν παραπλησίων, οὐ καθ' αὐτο. ογὰρ καθ ὁ ἄνος γρυπός ἐστιν, ἢ μέλας, ἢ τί τῶν λοιπῶν, ἐπειδὴ ἔδει πάντας ἀνθρώπουςμέλανας ἡ γρυπους εἶναι. ὥστε κᾶν μὴ ἡτίς γρυπὸς ἡ μέλας, ἄνθρωπος οὐδὲν ἡττόν-ἐστιν. οὐδεμία ἄρα τῶν τοιούτων διαφορῶν ποιεῖ ἄλλότι πρᾶγμα, ἄλλὰ ἄλλοῖον. τὸ δὲ λο-γικὸν καθ' αὐτὸ προσὸν τῶ ἀνθρώπω ἄλλο ποιεῖ, ὅπέρ ἐστιν ἀσύστατον τῶν ἄλλοῖον. Αἱ μὲνοὖν καθ' αὐτὸ προσοῦσαι τινὶ, ἐν τῶ τῆς οὐσίας λαμβάνονται λόγω. Εν τῶν λόγω τῆςοὐσίας, ἂτο ἐν τῶ λόγω τῶ δηλοῦντι τὴν φύσιν τοῦ πράγματος, τοῦτ έστι τῶ ὁρισμῶ. οἱγὰρ ὁριςμοὶ, ἐκ γένους καὶ τῶν συστατικῶν εἰσι διαφορῶν, τοῦτέστι τῶν εἰδοποιῶν, αἵτι-νες οὐκ ἐπιδέχονται τὸ μᾶλον καὶ τὸ ἥττον. οὐ γὰρ λέγεται τις μᾶλον θνητὸς, ἢ ἤττον θνητός.οὔτε μᾶλον λογικὸς, καὶ ἡττον λογικός. καὶ γὰρ οἱ μικροὶ παῖδες ὁμοίως εἰσὶ λογικοὶ, κᾶνἐμποδίζωνται ὑπὸ τοῦ ὀργάνου πρὸς τὰς λογικὰς ἐνεργείας. καὶ ἁπλῶς δεῖ εἰδέναι, ὅτιἐκεῖνα ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἤττον, ὅσα περὶ τὸ αὐτὸ ὑποκείμενον συνίσταται ἐναντίαὄντα, ἅτινα καὶ μιγνῦνται ἄλλήλοις. οἷον, λευκὸν λευκοῦ, μᾶλλον λέγεται λευκὸν καὶ ἡττον.καὶ μέλαν μέλανος, μᾶλον καὶ ἡττον. ἐπειδὴ τὸ αὐτὸ ὑποκείμενον ποτε μὲν λευκὸν γίνεται,ποτε δὲ μέλαν. καὶ μιγνυται ταῦτα ἄλλήλοις. τὸ λευκὸν λέγω, τῶ μέλανι. καὶ ποῦ μὲνκαθαρώτερα, ποῦ δὲ ἐπιμεμιγμένα συμβαίνει γίνεσθαι. ἐπὶ δὲ τῶν οὐσιῶν, οὐκέτι τὸ μᾶλονκαὶ τὸ ττον φιλεῖ γίνεσθαι, ἐπειδὴ οὐδὲ ἐναντίον ἐστὶ τί τῆ οὐσία. οὐδὲ τὸ λογικὸν καὶ τὸἄλογον ἐπὶ τὸ αὐτὸ ὑποκείμενον συνίσταται. εἰ δέ τις εἴποι πῶς οὖν ὁ ἀριστοτέλης ἐν ταῖς κατη γορίαις ἔφη, οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη. ἰδοῦυγὰρ τὸ μάλιστα εἰπεν, ὡσᾶν το μᾶλον καὶ τὸ ἤττον δείξη ἐπιδεχομένην. φαμὲν ὡς πρῶτονμὲν πρὸς τὴν ἡ μετέραν γνῶσιν αὐτῶ ταῦτα ἐκεῖνα λέλεκται. πρώτην γὰρ εἴπε καὶ μαλιστα τὴν ἄτομον, διὰ τὸ συνεγνῶσθαι μᾶλον ἡμῖν, καὶ πρώτην κατειλῆφθαι. ἐκ ταύτης γὰρχρόνω καὶ ἐπιστήμη προκύψαντες, προιεμεν καὶ ἐπὶ τὴν δευτέραν τὴν κατὰ τὰ εἴδη καὶ τὰγένη. ἔπειτα εἰ καὶ συγχωρήσειέτις ἐν αὐταῖς τὸ μᾶλον εἶναι καὶ τὸ ἥττον, οὐκ ἐν ταῖς κατὰ πλάτος ἔσται, ἄλλ' ἐν ταῖς κατὰ βάθος. οὐ γὰρ ἄνθρωπος ἀνθρώπου μᾶλον ἀνθρωπος, ἢ μᾶλον λο-Α ἢ
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten