Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

τῶν ὑποκάτω κατηγορεῖται, δῆλον ὅτι τὸ μὲν γενικώτατον, πάντων τῶν ὑπ' αὐτὸ γενῶντεκαὶ εἰδῶν καὶ ἀτόμων κατηγορηθήσεται. τὸ δ' εἶδος, τῶν ἀτόμων μόνων. Ατομον δὲ λέγεταισωκράτης, καὶ τοῦτὶ τὸ λευκὸν. Τουτι προσθεὶς, ἐποίησε μερικὸν τὸ δεικνύμενον. τὸ γὰρλευκὸν, καθόλου ἐστιν. ῶν τὸ ἄθροις μα οὐκ ἄν ἐπ' ἄλλου τινός ποτε τὸ αὐτὸ γένοιτο.Οὐκ εἰπεν ὧν ἕκαστον, ἀλλ' ὧν τὸ άθροιςμα. ἕκαστον μὲν γὰρ, καὶ ἄλλοις ὑπάρχειν δύναται. τὰ δὲ πάντα, οὐδενί. Αἱ μέντοι τοῦ ἀνθρώπου, λέγω δὴ τοῦ κοινοῦ ἰδιότητες, γένοιν το ἂναἱ αὐταὶ ἐπὶ πλειόνων. αἱ δὲ τοῦ σωκράτους ἰδιότητες, οὐκ ἄν ἐπ' ἄλλου τινὸς γένοιν τ ἂν αἱ αὐταί. Αἱ μέντοι τοῦ ἀνθρώπου, ὑπάρχουσι καὶ τοῖς κατὰ μέρος ἀνθρώποις. οἷον, τὸζῶον. τὸ λογικὸν. τὸ θνητὸν. καὶ ἁπλῶς ὅπερ τοιοῦτον ἐθέλεις εἰπεῖν. Ιστέον δὲ ὅτι τὸ γέ-νος ἔχει τινὰς ἰδιότητας, καὶ τὸ εἶδος, καὶ τὸ ἄτομόν. ἀλλ' αἱ μὲν τοῦ γένους καὶ τοῦ εἴδους,πλείοσιν ὑπάρχειν δύνανται. αἱ δὲ τοῦ ἀτόμου ἀθροιζόμεναι, ἐκείνω μόνω τῶ ἀτόμω καὶ οὐ-δενὶ ἄλλω. οἷον, τί λέγω. ἰδιότητες εἰσὶ τοῦ γένους, οἷον, τοῦ ζώου, οὐσία. τὸ ἔμψυχον. τὸαἰσθητικὸν. αὗται δὲ πλείοσιν ὑπάρχουσι. καὶ γὰρ ἀνθρώπω, καὶ ἵππω, καὶ κυνὶ, καὶ τοῖς κατὰμέρος ζώοις. έλθωμεν ἐπὶ τὸ εἶδος. οἷον, τὸν ἄνθρωπόν. ἰδιότητες αὐτοῦ, τὸ ζῶον. τὸλογικὸν. τὸ θνητόν. τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν. καὶ πᾶσι τοῖς ἀνθρώποις ταῦτα ὑπάρ-χει. έλθωμεν ἐπὶ τὸ ἀτομόν. οἷον, τὸν σωκράτην. ἰδιότητες αὐτοῦ, τὸ φιλόσοφον. τὸφαλακρόν. τὸ προγάστορα. τὸ σωφρονίσκου ὑὸν. τὸ ἀθηναῖον. καὶ εἴτι τοιοῦτον. ἕκαστονοὖν τούτων, καθ' αὐτὸ μὲν δύναται καὶ ἄλλοις ὑπάρχειν. εἰσὶ γὰρ καὶ ἄλλοι φαλακροί. καὶ σι-μοί. καὶ φιλόσοφοι. καὶ ἀθηναῖοι. εἰ τύχοι δὲ, καὶ σώφρον ἴσκου ὑοί. τὸ δὲ ἐκ πάντων ἄθροις μα,τὸ φιλόσοφον. τὸ φαλακρόν. τὸ σιμόν. τὸ προγάστορα. καὶ ἐν τῶδε γενέσθαι τῶ χρόνω, μόνω σωκράτει ὑπάρχει, καὶ οὐδενὶ ἄλλω. Τὸ δὲ εἶδος, ὑπὸ τὸ γένος. ὅλον γάρ τι τὸ γένος. τὸ μὲν γὰρ γένος, μόνως ὅλον. τὸ δὲ ἄτομον, μόνως μέρος. τὸ δὲ εἶδος, καὶ ὅλον, καὶ μέρος. καὶὅλον μὲν, ὡς πρὸς τὸ ἄτομον. μέρος δὲ, ὡς πρὸς τὸ γένος. ἀλλὰ μέρος μὲν, ἄλλου. ὅλονδὲ, οὐκ ἄλλου, ἀλλ' ἐν ἄλλοις. ἐπειδὴ τὸ ὅλον καὶ τὸ μέρος τῶν πρόστι ἐστι. Τοῦ δὲ πρός τι τὸμὲν, κατ' ὀρθὴνπτῶσιν λέγεται. τὸ δὲ, κατά τινα πλαγίαν. οἷον, ὁπατὴρ, ὑἱοῦ πατήρ. ἐνταῦθα πρὸς γενικὴν ἀπόδοσις. κατὰ δὲ δοτικὴν ἀπόδοσις, ἑὰν εἴπω, φίλος, φίλωφίλος. εἰ δὲ λέξω ὁτύπτων τυπτόμενον τύπτει, πρὸς αἰτιατικήν. ἐπεὶ οὖν τοῦθ' οὔ-τως ἔχει, διατοῦτο εἴπε τὸ μέρος ἄλλου. τὸ δὲ ὅλον, ἐν ἄλλοις. λέγομεν γὰρ τὸ μὲν μέρος,τοῦ ὅλου μέρος. καὶ ποιοῦμεν τὴν ἀπόδοσιν πρὸς γενικὴν δηλονότι. τὸ δὲ ὅλον, οὐκτι λέγομεν μέρους ὅλον. οὐ γὰρ συγκειται τὸ ὅλον ἐξ ἑνὸς μέρους, ἄλλ' ἐκ πολλῶν. ἀλλὰλέγομεν τὸ ὅλον, τοῖς μέρεσιν ὅλον. καὶ γίνεται ἀποδοσις πρὸς δοτικήν. τοῖς γὰρ μερε-σιν ἐστὶν ὅλον. καλῶς οὖν εἶπε, τὸ δὲ ὅλον οὐκ ἄλλου, ἀλλ' ἐν ἄλλοις. Ιστέον δὲ ὅτι δυνατὸν καὶπρὸς γενικὴν οὐχ ενικὴν, ἀλλὰ πληθυντικὴν ἀποδοῦναι, καὶ εἰπεῖν. τὸ ὅλον, μερῶν ἐστὶνὅλον. ἀλλ' πορφύριος τῆ πολλῆ χρήσει ἀκολουθεῖ, πρὸς δοτικὴν ποιούμενος τὴνἀπόδοσιν. καί τινὰ καὶ γένη καὶ εἴδη ἐστὶν, ὅτι ὑπάλληλα. ταῦτα γὰρ καὶ γένη καὶ εἴδη.καὶ ποσαχῶς τὸ γένος καὶ τὸ εἶδος. ὅτι τὸ μὲν γένος, τριχῶς λέγεται. τὸ δὲ εἶδος, διχῶς -