Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

αὔξεται. τὰ γὰρ εἴδη τῶν ἀτόμῶν πλήθει ἐστὶν ἐλάττονα. δυνάμει δὲ, ὑπέρκειται καὶαὔξει. ὁμοίως δὲ καὶ τῶν εἰδῶν τὰ γένη, μέχρις ἂν εἰς ἓν τὸ γενικώτατον φθάσωμεν. καὶτοῦτο εἰκότως. ἐπειδὴ γὰρ μία ἐστὶν πάντων αἰτία καὶ ἀρχὴ, διατοῦτο τὰ μὲν ταύτη πλη-σιάζοντα, στενοῦται πλήθει. αὔξεται δὲ δυνάμει. τὰ δὲ πορῥώτερον αὐτῆς ὄντα, τούμ-τὲ πάλιν. πληθύνεται μὲν πάλιν ἀριθμῶ, μειοῦται δὲ δύνάμει. ἀποδεδομένου δὲ τοῦ γένους καὶ τοῦ εἴδδους τί ἐστιν ἑκάτερον αὐτῶν, ὑπέσχετο πορφύριος διδάξαι περὶ τοῦ προκειμένων φωνῶνλογικώτερον, τοῦτεστι, πρεπόντως τῆ λογικῆ πραγματεία. μετὰ τὸ διδάξαι τοίνυν περὶγένους καὶ εἴδους τί ἐστιν ἑκάτερον, βούλεται προσθεῖναι καὶ πῶς χρήσιμός ἐστιν περὶ αὐτῶνθεωρία ἐν τῆ λογικῆ πραγματεία. ἐπειδὴ γὰρ λογικὴ πραγματεία καταγίνεται περὶ τὴν ἀπόδειξιν. δὲ ἀπόδειξις, συλλογιςμός τις ἐστιν. ἐν δὲ τῶ συλλογις μῶ, δεομεθὰ προτάσεων. δὲ πρότασις, ἐκ δύο ὅρων συγκειται. ὧν μέν ἐστιν ὑποκείμενος. δὲ, κατηγορούμενος. καὶ ὑπὸκείμενος μέν ἐστι, περὶ οὗ λόγος. κατηγορούμενος δὲ, περὶ ἐκείνου λεγόμενος. οἷον, σωκράτης περὶπατεῖ. ὑπόκειται μὲν γὰρ σωκράτης περὶ οὐὁ λόγος. κατηγορεῖται δὲ τὸ περιπατεῖ, ὅ-περκατ' ἐκείνου λέγεται. πάλιν ἐὰν εἴπω ὅτι ψυχὴ αὐτοκίνητος, ὑπόκειται μὲν ψυχή,κατηγορεῖται δὲ τὸ αὐτοκινήτον. πάλιν ἐὰν εἴπω ἄνθρωπος ζῶον ἐστὶν, μὲν ἄνθρωπος,ἐστὶν ὑποκείμενον. τὸ δὲ ζῶον, κατηγορούμενον. καὶ ἐπὶ πάσης προτάσεως. ὡσαύτως βούλεταιπερὶ τῶν γενῶν καὶ εἰδῶν διδάξαι, τίνα τίνων κατηγορεῖται, καὶ τίνα τίσιν ὑπόκειται. καὶ ἵναγνῶμεν πῶς συμπλεκόμενα προτάσεις ποιοῦσιν, ἐξ ὧνὁ συλλογισμὸς γίνεται, περὶ ὃν λογικὴ καταγίνεται πραγματεία, φησὶν ὅτι τὸ μὲν γένος, ἀεὶ τοῦ εἴδους κατηγορεῖ-ται. οἷον, τοῦ ἀνθρώπου τὸ ζῶον, καὶ τούτου οὐσία. τὸ δὲ εἶδος, οὐδέποτε τοῦ γένους κα-τηγορεῖται. οὐ γὰρ ἀληθὲς εἰπεῖν, ὅτι οὐσία ζῶον ἐστὶν, ὅτι τὸ ζῶον ἄνθρωπος. δῆ-λον οὖν ὅτι ἀεὶ τὰ μὲν γένη, τῶν εἰδῶν κατηγορεῖται. τὰ δὲ εἴδη, τῶν γενῶν οὐδέποτε.καὶ ἁπλῶς εἰπεῖν, δεῖ τὰ κατηγορούμενα ἐπιπλέον εἶναι τῶν ὑποκειμένων, ὡς τὸζῶον τοῦ ἀνθρώπου, ἐξισάζειν, ὡς τὸ γελαστικὸν τοῦ ἀνθρώπου. τὰ δὲ ἐξ ισάζοντα, καὶἀντικατηγορεῖται. ὡς γὰρ λέγομεν πᾶς ἄνθρωπος γελαστικὸν, οὕτω καὶ πανγελαστικὸνἄνθρωπος. καὶ πάντα τὰ ἐπάνω, τῶν ὑποκάτω. οἷον, οὐσία, τοῦ σώματος. καὶ τὸ σῶμα, τοῦ ἐμψύχου. καὶ τὸ ἔμψυχον, τοῦ ζώου. καὶ τὸ ζῶον, τοῦ ἀνθρώπου. βαθ' ὧν δ' ἄν τὸ εἶδοςκατηγόρηται, κατ' ἐκείνων ἐξ ἀνάγκης καὶ τὸ τοῦ εἴδους γένος κατηγορηθηστεται. Ετερονθεώρημα παραδίδωσι χρήσιμον, καὶ αὐτὸ εἰς τὴν λογικὴν πραγματείαν. ἔστι δὲ τοιοῦτον.ἐὰν τὸ εἶδος κατηγόρηται τινὸς, κατὰ τοῦ αὐτοῦ κατηγορηθήσεται καὶ τὸ τοῦ εἴδους αὐτοῦγένος. καὶ τοῦτο γίνται μέχρι τοῦ γενικωτάτου. οἷον τοῦ σωκράτους, κατηγορεῖται ἄνθρω-πος. τοῦτου δὲ, τὸ ζῶον. καὶ τὸ ζῶον ἄρα κατὰ τοῦ σωκράτους κατηγορηθήσεται. ὡσαύτως καὶτὸ ἔμψυχον κατὰ τοῦ ζώου. οὐκοῦν καὶ κατὰ ἀνθρώπου, καὶ κατὰ σωκράτους. πάλιν τὸ σῶμα κατὰτοῦ ἐμψυχου. οὐκ οῦν καὶ κατὰ τοῦ ἀνθρώπου, καὶ κατὰ τοῦ ζώου, καὶ κατὰ τοῦ σωκράτους. πάλιν οὐσία κατὰ τοῦ σώματος. καὶ δια τοῦτο καὶ οὐσία καὶ τὸ σῶμα, καὶ κατὰ τοῦ ἐμψύχου, καὶ κατὰτοῦ ζώου, καὶ κατὰ τοῦ ἀνθρώπου, καὶ κατὰ τοῦ σωκράτους κατηγορηθήσεται. λέγεται γὰρ τὸ μὲν γενικώτατον, κατὰ πάντων τῶν ὑπ' αὐτὸ γενῶντε καὶ εἰδῶν καὶ ἀτόμων. Εὶ γὰρ ἀεὶ τὰ ἐπάνωΑ