Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

ὁμώνυμος εἰς διάφορα σημαινόμενα διαιρεῖσθαί. Αλλὰ κείσθω ὥσπερ ἐν ταῖς κατηγο-ρίαις τὰ πρῶτα δέκα γένη. ποκείσθω φησὶ νῦν ἀρχὰς εἶναι τῶν πραγμάτων, καὶ ὥσπεργένη δέκα. τὸ γὰρ ἀποδεῖξαι ὅτι δέκα εἰσὶν αἱ ἀρχαὶ μόνον, ἄλλης ἐστὶ πραγματείας τελειοτέρας. ἐν γὰρ ταῖς κατηγορίαις τοῦτο δείκνυται, ὅτι δέκα εἰσί. νῦν δὲ ὑποκείσθω μόνον ὡς μολογουύμενον. κᾶν δὴ παντά τις ὄντα καλῆ, ὁμων ύμως φησὶ καλέσει, ἀλλ' οὐ συνω-νύμως. Ομώνυμά ἐστι, τὰ ὀνόματος μὲν τοῦ αὐτοῦ κοινωνοῦντα, οὐκέτι δὲ καὶ τοῦ ὑπὸ τοῦὀνόματος πράγιατος σημαινομένου τοῦ αὐτοῦ μετέχοντα. οἷον, ἀστρῶος κύων, καὶ θα-λάττιος, καὶ χερσαῖος. κοινωνοῦντες γὰρ τῶ ὀνόματι, διαφέρουσι τοῖς πράγμασι τοῖςὑπὸ τοῦ ὀνόματος σημαινομένοις. συνώνυμα δέ ἐστιν, ὧν καὶ τὸ ὀνομα κοινὸν, καὶ κατὰ τοὐνομαὁρισμὸς. οἷον, ἄνθρωπος καὶ ἵππος, ζῶα ἑκάτερα. καὶ γὰρ ὄνομα κοινὸν ἔχουσι τὸ τοῦ ζώ-ου, καὶ ὁρισμὸν τὸν αὐτὸν τὸν κατὰ τὸ ζῶον, ὅς ἐστιν οὐσία ἔμψυχος αἰσθητική. φησιν οὖνὅτι εἰ καὶ πάντα ὄντα καλοῦμεν, μωνύμως λέγομεν, οὐ συνωνύμως. καθὰ εἴρηταιμώνυμά ἐστι, τὰ μόνου ὀνόματος κοινωνοῦντα. συνώνυμα δὲ, τὰ καὶ τοῦ ὀνόματος καὶ τοῦὁρισμοῦ. τὸ οὖν ὄν, μόνου ὀνόματος κοινωνίαν παρέχει τοῖς ὑπ' αὐτό. λέγεται γὰρ ὄντα, αἱδέκα κατηγορίαι. οὐκέτι δὲ καὶ κατὰ τὸν τοῦ ὀνόματος ὁρισμὸν κοινωνοῦσιν ἀλλήλοῖς. ἄλληγὰρ ἄλλου κατηγορία, καθὰ τὸ εἶναι ἔχει, ὀνόματός τε, καὶ τοῦ κατὰ τοῦνοματε τύχηκεν ὁρι-σμοῦ. ἔνθεν ὡς ὁμώνυμος φωνὴ τὸ ὄν, εἰς τὰς δέκα διαιρεῖται κατηγορίας τὰς γενικω-τάτας. εἰς οὐσίαν. ποσόν. ποιόν. προστι. ποῦ. πότε. ποιεῖν. πάσχειν. κεῖσθαι. ἔχειν.τΤὰ δὲ ἄτομα ἅπέρ ἐστι μετὰ τὰ εἰ δικώτατα, ἄπειρα. Απειρα φησίν, οὐ τῶ εἶναι, ἄλλὰτῶ πάλιν καὶ πάλιν γίνεσθαι εἰδο ποιοῖς διαφοραῖς, τἂτοῦ ταῖς οὐσιώδεσι διαφοραῖς. οἷον, τὸζῶον εἰς λογικὸν καὶ ἄλογον. εἰσὶ γὰρ καὶ μὴ οὐ σιώδεις διαφοραί. Τὰ δ' ἄπειρα φησὶν ἐάν.μὴ γὰρ ἀν ποτε φησὶ γένεσθαι τούτων ἐπιστήμην. τοῦτο φησὶ πλάτων ἐν τῶ σοφιστή. γὰρἐπιστήμη δύναται λαμβάνειν καὶ τὴν ὁρισμὸν. τὸ οὖν ἀπεριληπτον, οὐδὲ ἐπιστητὸν δύναταιεἶναι. ἀμέλει ὡς δέδεικται ἐν τῆ ἀποδεικτικῆ τῶν καθ' ἕκαστα, οὔτε ὁρισμός ἐστιν, οὔτεἐπιστήμη, ἄλλὰ μόνων τῶν καθόλου. κατιόντας μὲν οὖν εἰς τὰ εἰ δικώτατα εἴπεν, ὅτι τὸὂν οὐκ ἔστι γένος τῶν γενικωτάτων, εισικαὶ πεπερασμένα τῆ ἰδία φύσει, καὶ ἡμῖν γνώριμα. βούλεται οὖν ἐπισκέψασθαι καὶ περὶ τῶν εἰ δικωτάτων εἰδῶν εἰοὕτως ἔχει, ὥσπερ ἐπὶτῶν γενικωτάτων γενῶν. φησὶν οὖν ὅτι τὰ μὲν, γενικώτα τον καὶ πεπερασμένον ἔχει τὸνἀριθμὸν, καὶ ἡμῖν γνώριμον. δέκα γάρ ἐστι τὰ γενικώτατα γένη. τὰ δὲ εἰ δικώτατα εἴδη,τοἷον, ἄνθρωπος, ἵππος, βοῦς, κύων, ἄμπελος, ἐλαία, μεθ' τῶν ἀτόμων εὐθύς ἐστιδιαιρεσις, τῆ μὲν αὐτῶν φύσει πεπερασμένα ἐστὶ καὶ αὐτὰ, ἡμῖν δὲ ἄγνωστα, ἄλλων ἀλ-λοις τόποις γινομένων. πολλὰ γάρ ἐστι καὶ ζώων εἴδη, καὶ φυτῶν, καὶ μετάλλων ἡμῖν ἄ-γνωστα. ὅτι δὲ πεπερασμένα ἐστὶν ὅσάποτ ἂν εἴη, δείξομεν λαβοντες λημματιόντιἐναργές. ὅτι τοῦ ἀπείρου, μεῖζον οὐκ ἔστι πλῆθος. τούτου τοίνυν προσληφθέντος, ὑπο-κείσθω τὰ εἴδη τὰ εἰ δικώτατα ἄπειρα εἶναι. ἐπεὶ οὖν καθ' ἕκαστον εἶδος πολλά ἐστινἄτομα, ἐν γὰρ ὃν τὸ ἀνθρώπειον εἶδος, εἰς μυρία ἴσως διαιρεῖται ἀτομα τοὺς κατὰ μέρος ἀν-θρώπους, ὁμοίως καὶ τὸ ἵππειον εἶδος ἓν ὂν, πλεῖστα ἔχει τὰ ὑφ' αὐτὸ ἄτομα, καὶ ἐπὶ τῶν