Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

ὡς ὅταν εἴπωμεν, τοῦ κυνὸς μὲν, ἐστὶ χερσαῖος. δὲ, θαλάττιος. δὲ, ἀστρῶος. ἐὰν οὖνδειχθῆ ὅτι τὸ ὂν, οὔτε ὡς γένος εἰς εἴδη, οὔτε ὡς ὅλον εἰς μέρη διαιρεῖται εἰς τὰς κατηγορίας, λείπεται ὡς ὁμώνυμον φωνὴν τέμνεσθαι εἰς διάφορα σημαινόμενα. ὅτι μὲν οὖνοὐ διαιρεῖται ὡς γένος εἰς εἴδη, ἐν τεῦθεν δῆλον. τὸ γὰρ γένος διαιρούμενον εἰς εἴδη, πᾶσιτοῖς εἴδεσιν ἐξ ἴσου πάρεστι, καὶ οὐ θεωρεῖται ἐν τοῖς εἴδεσι τὸ πρῶτον καὶ τὸ ὕστερον κατὰ τὴντοῦ γένους μετοχήν. οὐδὲ γὰρ μᾶλον ἀνθρωπος τοῦ ἵππου ζῶον ἐστὶ, καὶ πρότερον. καὶ πάλινἀναιρεθέντος τοῦ ἑνὸς εἴδους, οὐκ ἀναγκὴ τὰ λοιπᾶ εἴδη ἀναιρεθῆναι. ἀναιρεθέντος γὰρτοῦ ἀνθρώπου, οὐκ ἀναιρεῖται τὸ ζῶον, οὐδὲ τὰ λοιπα εἴδη. οἷον, ἵππος, καὶ φυτὰ, καὶκύων, καὶ τάλλα. εἰ οὖν τὸ ὃν διαιρεῖται εἰς τὰς δέκα κατηγορίας ὡς γένος εἰς τὰ εἴδη.οὐκ ἔδει εἶναι ἐν αὐταῖς τὸ πρῶτον καὶ τὸ δεύτερον. οὐδὲ τὸ μὲν αὐτῶν, μᾶλον τοῦ ὄντος μετέ-χειν. τὸ δὲ, ἤττον. νῦν δέ ἐστι τὸ πρῶτον καὶ τὸ ὕστερον. προτέραν γὰρ λέγομεν τὴν οὐσίαν,καὶ τὰ λοιπᾶ καθεξῆς. εἴγε ἀναιρουμένης, συναναιρεῖται καὶ τὰ συμβεβηκότα. ὅθενκαὶ μᾶλον αὐτὴν μετέχειν τοῦ ὄντος φαμὲν, εἴπερ οὐσία τοῖς συμβεβηκόσι τὸ εἶναι δίδωσιν. ἐν αὐτῆ γὰρ ὑφέστήκασι. καὶ αὕτη μὲν τῶν συμβεβηκότων αὐτῆ εἰς τὸ εἶναι οὐδεῖται. τὰδὲ συμβεβηκότα, οὐκ ἄν εἴη μὴ οὔσης αὐτῆς, καὶ συμβέβηκε. τὸ γὰρ συμβεβηκὸς τινὶ,προσεπινοούμενον ἔχει τὸ συμβέβηκεν. οὐκ ἄρα τὸ ὄν ὡς γένος εἰς εἴδη διαιρεῖται εἰςτας δέκα κατηγορίας. οὐ γὰρ ἂν ἑνὸς εἴδους ἀναιρεθέντος, ἀναιρεῖται τὸ γένος ὡς εἴπω.μεν. νῦν δὲ τῆς οὐσίας ἀναιρεθείσης, ἀναιροῦνται καὶ αἱ λοιπαὶ κατηγορίαι. ἐν αὐτῆ γὰρ τὸεἶναι ἔχουσιν. οὐκ ἄρα τὸ ὃν ὡς γένος διαιρεῖται. ὥστε οὐ δύναται τὸ ὂν διαιρεῖσθαι εἰς τὰςδέκα κατηγορίας, ὡς γένος εἰς εἴδη. οὔτε ὅλον εἰς μέρη. τοῦτο γὰρ ὡς ὁμοιομερες, ὡςἀνομοιομερὲς διαιρεῖται ὡς εἴρηται. καὶ ὁμοιομερες μέν ἐστι, τὸ ἔχον τὰ μέρη ὁμοια τῶὅλω, ὡς τὰ μέρη ὀνομάζεσθαι τῶ τοῦ ὅλου ὀνοματι, καὶ οὐδὲν ἀλλήλων διαφέρειν. τοῦγὰρ ξύλου τὰ μέρη, ξύλον ἕκαστον προσαγόπεύεται, καὶ οὐδὲν ἀλλήλων διαφέρει. ὁμοί-ως δὲ καὶ τοῦ νεύρου τὸ μέρος, τῆ τοῦ ὅλου φωνὴ προσαγοπεύεται, καὶ οὐδὲν ἀλλήλωνδιαφέρει. καὶ σαρξ. καὶ φλέψ. ἀδύνατον οὖν τὸ ὄν ὡς ὁμοιομερὲς διαιρεῖσθαι εἰς τὰς δέκακατηγορίας. τὰ γὰρ μέρη, ἐστιν αἱ κατηγορίαι, εἰ καὶ τῆ τοῦ ὅλου προσηγορία πρόσαγορεύονται καὶ ὄντα πᾶσαι καλοῦνται, ἀλλ' οὖν ἄλλήλων πάντη διαφέρουσιν ὀνόμασι καὶπράγμασι, καὶ οὐκ εἰσὶν ὅμοιαι ἀἄλλήλαις. ἄλλο γὰρ σημαίνει οὐσία, καὶ ἄλλο τὸποσόν. πάλιν τὸὡς ἀνομοιομερὲς διαιρούμενον, οὐκ ἔχει τὰ μέρη ὀνομαζόμενα τῆ τοῦ ὅλου προσηγορία.καὶ διαφέρει ἄλλήλων. οἷον, τοῦ προσώπουτα μέρη, ἐστὶν ῥὶς, καὶ οἱ ὀφθαλμοί. ἄοὔτε τῶτοῦ ὅλου ὀνόματι προσαγοπεύεται, οὔτε ἀλλήλοις ἐστὶν ὁμοία. οὐ γὰρ τὴν ρινα εἴποιμ ἂνπρόσωπὸν, τὸν ὀφθαλμον. οὐκ ἄρα οὐδὲ ὡς ἀνομοιομερὲς τὸ ὄν δύναται διαιρεῖσθαι. εἰγὰρ καὶ τὰ μέρη εἰσὶν ἄλλήλων διαφέροντα καὶ ὀνόμασι καὶ πράγμασι, καὶ κατὰ τοῦτο δόξειἀνομοιόμερὲς εἶναι τὸόν. ἄλλ' οὖν τῶ τοῦ ὅλου ὀνόματι τὰ μέρη προσαγοπεύεται. ὂν γάρἐστὶ καὶ οὐσία, καὶ τὸ ποσὸν, καὶ τὸ ποιόν. τὰ δ' ἀνομοιομερη, τῶ τοῦ ὅλου ὀνόματι οὐ προσαγορεύεται. εἰ οὖν μήτε ὡς ὁμοιομερὲς, μήτε ὡς ἀνομοιομερὲς δύναται τὸ ὂν εἰς τὰς δέ-κακατηγορίας διαιρεῖσθαι, ἐδείχθη δὲ ὅτι οὔτε ὡς γένος εἰς εἴδη, λείπεται ἄρα ὡς φωνὴ