φησιν, ἀντὶ τοῦ εὐθέως, καὶ ἀμέσως. ἔστι γὰρ πρὸ τῶν ἀτόμων καὶ τὸ ζῶον, ἀλλ' οὐκ ἀμέσως,ἀλλὰ διὰ μέσου τοῦ ἀνθρώπου. ὁ οὖν ἄνθρωπος, προσεχῶς ἐστι τῶν ἀτομῶν. καὶ ἔστινεἶδος μόνον. ὥστε ταῦτα δύο ἔχει σχέσεις. ἡ δὲ οὐσία, μίαν ἔχει σχέσιν τὴν πρὸς τὰ μετ'αὐτήν. τὴν γὰρ πρὸς τὰ πρὸ αὐτῆς, οὐκέτι ἔχει. οὐδὲ γάρ ἐστι τὶ ἀνώτερον τῆς οὐσίας. πάλιν τὸεἶδος μίαν ἔχει σχέσιν τὴν πρὸς τὰ πρὸ αὐτοῦ. τὴν γὰρ πρὸς τὰ μετ' αὐτὸ, οὐκ έτι ἔχει.οὐδὲν γάρ ἐστι μετ' αὐτὸ εἶδος. τὰ δὲ μέσα, δύο ἔχει σχέσεις. τήν τε πρὸς τὰ πρὸ αὐτῶν καθὸεἴδη αὐτῶν εἶναι λέγεται, καὶ τὴν πρὸς τὰ μετ' αὐτὰ, καθὸ γένη λέγεται. κατὰ τὴν πρώτηνοὖν σχέσιν, εἴδη λέγεται. κατὰ δὲ τὴν δευτέραν, γένη. τὰ δὲ ἄκρα, μίαν ἔχει σχέσιν. τό, τε γενι-κώτατον, καὶ τὸ εἰδικώτατον. ἄλλὰ καὶ τῶν ἀτόμων εἶδος λέγεται. ἔχει γὰρ καὶ τὸ εἰ δικώτα-τὸν εἶδος σχέσιν τινὰ πρὸς αὐτὰ τὰ ἄτομα. ἀλλ' οὐ τὴν αὐτὴν ἔχει σχέσιν καὶ τὰ πρὸ αὐτοῦ.ὁ γὰρ ἄνθρωπος, σωκράτους καὶ πλάτωνος οὐ λέγεται γένος, ἀλλ' εἶδος, ὡς περιέχον τὰσατομα. Αφορίζονται τοίνυν τὸ μὲν γενικώτατον, οὕτως. Ειρηκὼς τὸ γενικώτατον γένος,καὶ τὰ ὑπάλληλα, καὶ τὸ εἶδος τὸ εἰδικώτατον, νῦν λοιπεν ὑπογράφει αὐτὰ, καὶ φησι τίμέν ἐστὶ γενικώτατον γένος, ὅτι ὁ γένος ὂν, οὐκ έτι καὶ εἶδος ἐστι. καὶ ὑπερ ὁ οὐκἂν εἴη ἄλλοἐπαναβεβηκὸς γένος. τί τε τὸ εἰδικώτατον, ὅτι ὁ εἶδος ὂν, οὐκ ἔστι γένος. καὶ ὁ οὐκ ἄν ἔτιδιελοίμεθα εἰς εἴδη. τί τε τὰ ὑπάλληλα, ὅτι τὰ αὐτὰ καὶ γένη καὶ εἴδη τύγχάνει. περὶ τούτων οὖν θλει διαλεχθῆναἱ, καὶ σαφηνείας χάριν παραλαμβάνει παράδειγμα τὸ τῆς γενεαλογίας. φησὶ γὰρ ὅτι ὥσπερ ἐπὶ τῶν γενεαλογιῶν ὁ ζεὺς ἀρχὴ τίς ἐστι καὶ μόνος πατὴρ, οὐκέ-τι δὲ εἰ τύχοι καὶ ὑὸς, ὁ δὲ ὀρέστης εἰ τύχοι μόνον ὑὸς, ὁ δ' ἀγαμέμνων, πατηρ μὲν τοῦὀρέστου, ὑἱὸς δὲ τοῦ ἀτρέως, ὁ δὲ ἄτρευς, πατηρτὴν ἀγαμέμνονος, ὑἱὸς δὲ τοῦ πέλοπος,ὁ δὲ πέλοψ, ὑἱὸς τοῦ τὰν τάλου, οὕτως καὶ ἐπὶ τοῦ παρὰ τοῖς φιλοσόφοις γένους καὶ εἴδους.ὁ τὰ μὲν γάρ ἐστι μόνως γένη, ὡς ἡ οὐσία. τὰ δὲ, μόνως εἴδη, ὡς ὁ ἄνθρωπος. Αλλ' ἐπὶ μὲνἢ τῶν γενεαλογιῶν, εἰς ἕνα ἀνάγωμεν φέρε εἰπεῖν τὸν δία τὴν ἀρχὴν ὡς ἐπιτοπλεῖστον.Απορίαν τινὰ ἴσως ἀνεκίνησεν ἡμῖν τὸ παράδειγμα. ἣν φθάσας ὁ πορφύριος ἐπιλύεται. ὑπέλαβε γὰρ ἄντις μήποτε ὡς ἐπὶ τῶν γενεαλογιῶν αἱ σειραὶ σχεδὸν ἐπὶ μίαν ἀρ-χὴν ἀνατρέχουσι, φέρε εἰπεῖν τὸν δία, πάντων γὰρ τῶν ὄντων, ἡ μυθολογία πατέρα ἀν-δρῶν τε καὶ θεῶν καλεῖ τὸν δία, οὕτω καὶ ἐνταῦθα. πᾶσαι αἱ κατηγορίαι, ἐπὶ μίαν τινὰἀρχὴν ἀνατρέχουσιν. οἷον, τὴν τοῦ ὄντος. καὶ γὰρ ἡ οὐσία, ὄν ἐστὶ. καὶ τὸ ποσόν. καὶ αἱ ἄλλαι κα-τηγορίαι. καὶ εἰ τοῦτο οὕτως ἔχει, οὐκέτι ἔσονται γένη δέκα γενικώτατα, ἀλλὰ τὸ ὂν παν-των ἐστὶ κοινὸν γένος. τοῦτο οὖν ἐπισημηνάμενος ὁ φιλόσοφος, φησίμη εἶναι τὸ ὂν γέ-νος τῶν κατηγοριῶν. ὅτι δὲ τὸ ὂν οὐκ ἔστι γένος τῶν δέκα κατηγοριῶν, δείξομεν οὕτω.Πάντα τὰ διαιρούμενα, ἢ ὡς γένη εἰς εἴδη διαιρεῖται, ὡς ὅταν εἴπωμεν τοῦ ζώου τὸμὲν, εἶναι ἵππον, τὸ δὲ, κύνα, τὸ δὲ, ἄνθρωπον, ἢ ὡς ὅλον εἰς μέρη. καὶ τοῦτο διττόν. ἢγὰρ εἰς ὁμοιομερῆ διαιρεῖται, ἢ εἰς αἰομοιομερη. καὶ εἰς ὁμοιομερῆ μὲν διαιροῦνται, αἵτεφλέβες, καὶ ἀρτηρίαι, καὶ ὀστὰ, καὶ σαρκες. ταῦτα γὰρ διαιρούμενα ἔχει τὰ μέρη. καὶ ἄλλη-λοις ὅμοια, καὶ τῶ ὅλω. εἰς ἀνομοιομερῆ δὲ, ὡς ὅταν εἴπωμεν, ὅτι τοῦ σώματος τὸ μὲν,κεφαλή ἐστι. τὸ δὲ, χείρ. τὸ δὲ, πόδες. ἡ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα.
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten