Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

μόνον. θρεπτιτικήν. αὐξητικήν. γεννητικήν. τὸ δὲ ζῶον, πρὸς ταύταις ἔχει καὶ τὴν αἰσθητι-κὴν δύναμιν, καὶ τὴν μεταβατικὴν, τὴν ἀπὸ τόπου εἰς τόπον. τὸ οὖν ζωόφυτον, μέσονἐστὶν ἀμφοτέρων. ἔχει γὰρ πρὸς ταῖς τρισὶ δυνάμεσι, καὶ τὴν ἁπτικὴν αἴσθησιν. οὐκέτι μέντοιἐκ τόπου ἐπὶ τόπον ἀμείβει, οἷά ἐστι τὰ ὅστρεα, καὶ οἱ σπόγγοι. προσπεφύκασι μὲν ταῖςπέτραις. προσιόντος δέ τινος ἀντιτύπου, συστέλλονται μὲν, δέος δὲ διαχέονται. πάλινδὲ τοῦ ζώου τὸ μὲν, ἐστὶ λογικὸν. τὸ δὲ, ἄλογον. καὶ τοῦ λογικοῦ τὸ μὲν, θεός. τὸ δὲ, ἄνθρω-πος. πάλιν δὲ τῶν ἀνθρώπων, τὸ μὲν, ἐστὶ σωκράτης. τὸ δὲ, πλάτων. καὶ οἱ κατὰ μέρος. ἀλλ'οὐδεῖς τοῖς φιλοσόφοις λόγος τούτων, καθὰ πολλάκις εἴρηται. ἐν ταύτη οὖν τῆ διαιρέσει, πρώτη ἐστὶν οὐσία. ὕστερον δὲ, ἄνθρωπος. τὰ δὲ καλούμενα ὑπάλληλα, μέσα.καὶ γένη καὶ εἴδη πρὸς ἄλλο καὶ ἄλλο. λέγεται οὖν μὲν οὐσία, γένος γενικώτατον. δὲ ἄνθρω-πος, εἶδος εἰδικώτατον. τὰ δὲ λοιπᾶ, καὶ γένη καὶ εἴδη πρὸς ἄλλο καὶ ἄλλο παραλαμβανό-μενα. τὸ γὰρ σῶμα, εἶδος μέν ἐστι τῆς οὐσίας, γένος δὲ τοῦ ἐμψύχου. καὶ τὸ ἔμψυχονεἶδος μὲν τοῦ σώματος, γένος δὲ τοῦ ζώου. καὶ τὸ ζῶον, εἶδος μὲν τοῦ ἐμψύχου, γένος δὲ τὴνἀνθρώπων. δὲ ἄνθρωπος, εἶδος μὲν τοῦ ζώου, οὐκέ τι δὲ καὶ γένος φησί. κατηγορεῖται γὰροὐ διαφερόντων τῶ εἴδει, ἀλλὰ τῶ ἀριθμῶ. οἷον, σωκράτους. ἀλκιβιάδου. οὐκ ἔστιν οὖνγένος, ἀλλ' οὐδὲ ἄτομον, ἐπειδὴ τῶν κατὰ μέρος ἀτόμων ἐστὶ περιεκτικὸν. λείπεται ἄρα τὴνἄνθρωπον εἶδος εἰ δικώτατον εἶναι. φησν οὖν ὅτι τοῦ εἴδους ἀποδοθεῖσα ὑπογραφὴ ὑστέρα,οὐ παντὶ εἴδει ἐφαρμόζει. οὐ γὰρ δὴ καὶ τῶ ζώω καὶ τῶ ἐμψύχω, ἀλλὰ μόνοις τοῖς εἰ δικω- τάτοις εἴδεσιν. οἷον, ἀνθρώπω, καὶ ἵππω, καὶ κυνί. μόνως ἐστὶν εἴδη. Ιενέσθω δὲ ἐπὶ μιᾶςκατηγορίας σαφὲς τὸ λεγόμενον. Επι πασῶν γὰρ τῶν κατηγοριῶν ἐστὶ καὶ γένη καὶ εἴδη.ἄλλ' μὲν οὐσία, γένος ἐστὶ γενικώτα τὸν. ὑπὸ δὲ ταύτην, ἐστὶ τὸ σῶμα. καὶ ὑπὸ τὸ σῶμα, τὸ ἔμ- ψυχον. τοῦτο γὰρ τὸ μέρος ἐλαβε τὸ τῆς διαιρέσεως, παράλειψας τὸ τοῦ ἀσωμάτου. ἐπει-δὴ τὰ αἰσθητὰ, γνωριμώτερα ἡμῖν. καὶ ὑπὸ τὸ ἔμψυχον, τὸ ζῶον. καὶ ὑπὸ τοῦτο, τὸ λογι-κὸν. καὶ ὑπὸ τοῦτο, ἄνθρωπος. ἀλλ' ἔστιν μὲν οὐσία, τὸ γενικώτατον, καὶ μόνον ἐστὶ γέ-νος. οὐδὲν γάρ ἐστι πρότερον οὐσίας. δὲ ἄνθρωπος, εἰ δικώτατον, καὶ μόνον εἶδος. οὐδὲνγάρ ἐστι μετὰ τὸν ἄνθρωπον ἐν τοῖς καθόλου. τὸ δὲ σῶμα, ἐστὶ καὶ γένος, καὶ εἶδος. ἀλλὰ εἶδοςμὲν, τῆς οὐσίας. γένος δὲ, τοῦ ἐμψύχου. τὸ δὲ ἔμψυχον, εἶδος μέν ἐστι τοῦ σώματος. γέ-νος δὲ τοῦ ζώου. ζῶον γὰρ λέγεται τὸ ἔμψυχον, καὶ τὸ αἰσθήσεως μετέχον. ἔμψυχον δέ-ἐστι, τὸ τρεφόμενον καὶ αὐξανόμενον, καὶ γεννῶν ὅμοιον ἑαυτῶ. τὰ οὖν φυτὰ τούτων με-τέχοντα τῶν δυνάμεων, ἔμψυχαμέν ἐστιν, οὐ μέντοι ζῶα. τὰ δὲ ὀστρεα καὶ οἱ σπόγγοι,ἔμψυχάτε ἐστὶ, καὶ πρὸς τούτοις μετέχει τῆς αἰσθητικῆς δυνάμεως. προσιόντος γὰρ αὐτοῖςτινὸς ἀντιτύπου, συστέλλονται. ἀπιόντος δὲ, ἥδονται. καὶ κατά τι μὲν τοῖς φυτοῖς,μοῖα ἐστὶ τὸ ἐρριζῶσθαι. κατά τι δὲ τοῖς ζώοις, τὸ αἰσθάνεσθαι καὶ τρέφεσθαι. πάλιν τὸ ζῶον,εἶδος μὲν τοῦ ἑμψύχου, γένος δὲ τοῦ λογικοῦ. καὶ τὸ λογικὸν, γένος μὲν τοῦ θνητοῦ, εἶδοςδὲ τοῦ ζώου. καὶ τὸ θνητὸν, εἶδος μὲν τοῦ λογικοῦ, γένος δὲ τοῦ ἀνθρώπου. δὲ ἄνθρωπος,εἶδος μὲν τοῦ λογικοῦ, οὐκέτι δὲ γένος σωκράτους, πλάτωνος. καὶ πᾶν τὸ πρὸ τῶν ἀτό-μῶν προσεχῶς κατηγορούμενον, εἶδος μὲν ἂν εἴη μόνον, οὐκ έτι δὲ καὶ γένος. προσεχῶς