ληοι εη ηη
τῶν ἀσαφῶν τὰ σαφῆ λέγειν δείκνυσθαι. μία οὖν μόνη ἐστὶ κυρίως δεῖξις, ἡ ἐκ τοῦ ση-φους τὸ ἀσοφὲς δεικνύουσα. εἰκότως ἄρα ἡ διάλληλος διαβέβληται δεῖξις, τὰ σαφῆκαὶ πρῶτα ἀσαφῆ ποιοῦσα καὶ ὕστερα. καὶ ἔμπάλιν τὰ ἀσαφῆ καὶ ὕστερα σαφῆ καὶ ωρῶταποιοῦσε. ἐπεὶ οὖν ὁ φιλόσοφος πορφύριος ἤσθετο ἑαυτοῦ τῆ διαλλήλω δείξει κεχρη-μένος, ἔν τε γὰρ τῆ τοῦ γένους διδασκαλία παρέλαβε τὸ εἶδος, καὶ πάλιν ἐν τῆ τοῦ εἴδουςτὸ γένος, ὅπερ ἀντις ἴσως ἐμέμψατο, αὐτὸς φθάσας ἀπελογισατο. ἔφησε γὰρ ὅτι τὸγένος, εἴδους ἐστὶ γένος. καὶ τὸ εἶδος, γένους ἐστὶν εἶδος. ἀνάγκη τοίνυν διδάσκοντα περὶ γέ-νους, μνημον εὖσαι καὶ τοῦ εἴδους. καὶ περὶ τοῦ εἴδους λέγοντα, μνησθῆναι καὶ τοῦ γένους. τὰγὰρ πρός τι, καὶ ἅμα συνυφίσταται, καὶ ἅμάνοηται. τὸ γὰρ γένος, τινός ἐστι γένος. τοῦτέστιν,εἴδους. καὶ τὸ εἶδος, τινός ἐστιν εἶδος. τοῦτέστι, γένους. καὶ ἀδύνατον τούτων θάτερον, χωρὶςθατέρου γνῶναι. ὥσ τε ἀνάγκη τὸν περὶ θατέρου τούτων διδασκαλίαν ποιούμενον, καὶ τοῦλοιποῦ μνησθῆναι. ὁ γὰρ τὸ ἕτερον τῶν πρός τι ἀγνοῶν, οὐδὲ τὸ λοιπεν εἴσεται. Εἶδοςἐστὶ τὸ ταττόμενον ὑπὸ τὸ γένος, καὶ οὗ τὸ γένος ἐν τῶ τί ἐστι κατηγορεῖται. Δύο ὑπογρα-φὰς ἀποδίδωσι τοῦ εἴδους. τῶ μὲν ὑποκειμένω, τὰς αὐτὰς. ἀμφότεραι γὰρ κατὰ πλειόνωνκατηγόροῦνται. τῆ σχέσει δὲ διαφέρουσιν, ὡς ἡ ἀνάβασις καὶ ἡ κατάβασις. τῶ μὲν ὑπο-κειμένω μία οὖσαι, τῆ δὲ σχέσει διάφοροι. ἄνωθεν γὰρ ἀρχόμενοι, κατάβασιν αὐτὴνλέγομεν. κάτωθεν δὲ, ἀνάβασιν. ὡσάύτως καὶ ἐνταῦθα σχέσεις εἰσὶ δύο. τοῦτε εἴδουςπρὸς τὸ γένος καθὰ ὑπ' αὐτό ἐστι, καὶ τοῦ γένους πρὸς τὸ εἶδος, καθὰ περιεκτικὸν αὐτοῦ ἐστι.καὶ ἔοικεν ἡ σχέσις ἡ ἀπὸ τοῦ γένους ἐπὶ τὸ εἶδος, καταβάσει. ἡ δὲ ἀπὸ τοῦ εἴδους ἐπὶ τὸγένος, ἀναβάσει. καὶ αὗται μὲν ὁ λοσχερέστεραι ὑπὸγραφαι. ἑξῆς δὲ τὴν τελείαν ὑπογραφὴνἀποδίδωσι, τὴν ἀπὸ τῆς διαιρέσεως τῶν φωνῶν ληφθεῖσαν. Οτι εἶδος ἐστὶ τὸ κατὰ πλειό-νων καὶ διαφερόντων τῶ ἀριθμῶ ἐν τῶ τί ἐστι κατηγορούμενον. Αξιον δὲ ζητῆσαι,αἰτίαν καὶ ἐπὶ τοῦ εἴδους ὑπογραφῆ ὁ πορφύριος κέχρηται. οὐκέτι γὰρ χώραν ἔχει ἡ ἐπὶγένους ῥηθεῖσα αἰτία. ἔχει γὰρ τὸ εἶδος, γένος. ῥητέον τοίνυν καὶ τὴν ἀκριβεστάτην καὶ κοι-νὴν αἰτίαν. ὅτι οἱ ὁρισμοὶ, πραγμάτων εἰσὶν ὁρισμοὶ τὰς φύσεις αὐτῶν δηλοῦντες. τὰ δὲγένη καὶ τὰ λοιπᾶ, οὐκ εἰσὶ πράγματα, οὐδὲ ἀφωριςμένην φύσιν ἔχει. διὸ οὐ δὲ ὑπὸ μίαντινὰ ἀνάγεται τῶν κατηγοριῶν, ἀλλ' ἐνπάσαις θεωρεῖται. καὶ γὰρ ἐν τῆ οὐσία, καὶ ἐν τῶποιῶ, καὶ ἐν τῶ ποσῶ, καὶ ἐν ταῖςλοιπαις κατηγορίαις, εἰσὶ καὶ γένη, καὶ εἴδη, καὶ διαφοραί.διὸ οὐκ εἰσὶ πράγματα, ἀλλὰ σχέσεις πραγμάτων δηλωτικαί. ἐπεὶ οὖν οἱ ὁρισμοι ὡςεἴρηται πραγμάτων εἰσὶν, αὗται δὲ αἱ φωναὶ οὐκ εἰσὶ πράγματα, εἰκότως οὐδὲ ὁρισμοὺςαὐτῶν δύνατὸν ἀποδοῦναι. ἑτέραν οὖν ὑπογραφὴν ἀποδίδωσι τοῦ εἴδους, ὁμοίαν τῆ πρὸλεχθείση τῆ ἀπὸ τοῦ γένους ἀποδοθείση. Αλλ' αὕτη μὲν τοῦ εἰ δικωτάτουαν εἴη εἴδους.αἱ δ' ἄλλαι, εἴεν ἂν καὶ τῶν μὴ εἰ δικωτάτων. Αύτη ἡ ὑστέρα φησὶν ἀποδοθεῖσα τοῦ εἴδουςὑπογραφη, οὐ παντὶ εἴδει ἐφαρμόζει, ἀλλὰ μόνοις τοῖς εἰ δικωτάτοις. ἵνα δὲ μάθωμεν τίνά ἐστι τὰ εἰ δικώτατα εἴδη, κέχρηται διαιρέσει τοιαύτη. τῆς οὐσίας τὸ μὲν, ἐστὶ σῶμα.τὸ δὲ, ἀσώματον. καὶ τοῦ σώματος τὸ μὲν, ἐστὶν ἑμψυχον. τὸ δὲ, ἄψυχον. καὶ τοῦ ἐμψύχου τὸμὲν, ζῶον. τὸ δὲ, ζωόφυτον. τὸ δὲ, φυτόν. τὸ μὲν γὰρ φυτὸν, τὰς τρεῖς ἔχει ταύτας δυνάμεις