Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

οὐ δύνανται, δῆλον ὅτι μὲν οὐσία, ἐστὶν αὐθυπόστατον. αἱ δὲ ἄλλαι ἐννέα κατηγορίαι σύμ-βεβήκασιν αὐτῆ. λαμβάνει οὖν τὴν οὐσίαν, καὶ πλέκει ἐξ αὐτῆςσειραν τοιαύτην. ὅτι τῆςοὐσίας, τὸ μέν ἐστι σῶμα. τὸ δὲ, ἀσώματον. καὶ τοῦ σώματος, τὸ μέν ἐστιν ἔμψυχον. τὸ δὲ,ἄψυχον. καὶ τοῦ ἐμψυχου, τὸ μὲν, ζῶον. τὸ δὲ, φυτόν. τὸ δὲ, ζωόφυτον. καὶ τοῦ ζώου, τὸμὲν, λογικόν. τὸ δὲ, ἄλογον. καὶ τοῦ λογικοῦ, τὸ μὲν, ἄγγελος. τὸ δὲ, ἄνθρωπος. τὸ δὲ, δαί-μῶν. ἐν τούτοις οὖν γενικώτατον μὲν γένος ὑπάρχει οὐσία. εἰ δικώτατον δὲ, ἄνθρω-πος. τὰ δὲ μέσα, γένη καὶ αὐτὰ καλοῦνται, καὶ εἴδη. εἴδη μὲν, τῶν πρὸ αὐτῶν. γένη δὲ, τῶνμετ' αὐτά. κοινῶς μὲν οὖν πάντα τὰ εἴδη, τάτε εἰ δικώτατα καὶ τὰ ὑπάλληλα, προτερα ἐπιγραφὴ περιέχει, λέγουσα εἶδος εἶναι τὸ ὑπὸ τὸ γένος πεπτωκός, οὐτὸ γένος ἐντῶ τί ἐστι κατηγορεῖται. τούτων γὰρ τῶν ὑπογραφῶν ἑκατέρα, τῶ μὲν ὑποκειμένω, αὐτή ἐστιτῆ λοιπή. τῆ δὲ σχέσει, μόνον ἀλλήλων διαφέρουσι. πολλὰ γάρ ἐστι καὶ ἄλλα πράγματα, ἅ-τινα τῶ μὲν ὑποκειμένω, ταῦτά ἐστι. τῆ δὲ σχέσει, διάφορα, ὡς ἀνάβασίς τε καὶ κατάβασις. τούτοις γὰρ τοῖς πράγμασιν, ὑπόκειται μὲν τὸ αὐτὸ, κλίμαξ. διαφέρει δὲ ἀνάβα-σις τῆς καταβάσεως τῆ σχέσει μόνη. ὅτι μὲν κατάβασις, ἀπὸ τῶν ἄνω ἐπὶ τὰ κά-τω οὖσα, κάθοδος ὑπάρχει. δὲ ἀνάβασις, ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω, ἀνοδος. καὶ τὸ σπέρ-μα δὲ καὶ καρπός, τῶ μὲν ὑποκειμένω, τὰ αὐτά ἐστι. τῶ λόγω δὲ καὶ τῆ σχέσει, διάφορα. ὥσ-περ οῦν ἐπὶ τούτου ἔχει, οὕτω καὶ ἐπὶ τοῦ διττοῦ τῆς ὑπογραφῆς τοῦ εἴδους. διαφέρου-σι γὰρ ἀλλήλων, τῶ τὴν μὲν, ἀπὸ τοῦ γένους ἄρχεσθαι, λήγειν δὲ εἰς τὸ εἶδος. τὴν δὲ ἑτέραν,ἀπὸ τοῦ εἴδους μὲν ἄρχεσθαι, λήγειν δὲ εἰς τὸ γένος. ὥστε οὖν καὶ ταῦτα τῆ σχέσει μόνη διὰφέρει ἀλλήλων. τῶ δὲ ὑποκειμένω, ταῦτά εἰσιν. ἄρχεται δὲ πάλιν ἀπὸ τοῦ γνωριμωτέρου σημαινομένου τοῦ εἴδους, διότι ὁμοιότητα ἔχει πρὸς τὸ παρὰ τοῖς φιλοσόφοις. ὥσπεργὰρ τὸ εἶδος ἀπὸ τῆς μορφῆς περιεκτικόν ἐστι πάντων τῶν μερῶν, οὕτω καὶ τὰ παρὰ τοῖς φι-λοσοφοις τῶν κατὰ μέρος. τὸ δὲ εἶδος, λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς. ὥσπερ ἐπὶτοῦ γένους πρὶν διδάξαι τί ποτέ ἐστι γένος ποῖόν ἐστὶ, τὴν ὁμωνυμίαν αὐτοῦ διεστειλα-το, καὶ πρῶτον περὶ ὧν οὐ προέκειτο αὐτῶ ἐδίδασκε σημαινομένων τοῦ γένους, εἶθ' οὕτωπερὶ τ τοῦ προκειμένου, τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα τὴν ὁμωνυμίαν πρότερον δια-στέλλεται, εἶθ' οὕτω ποῖόν ἐστιν εἶδος λέγει, καὶ ποῖον αὐτοῦ τὸ σημαινόμενον. λέγεται δὲ εἶδος, καὶ τὸ ὑπὸ τὸ ἀποδοθὲν γένος, καθὸ εἰώθαμεν λέγειν. τὸν μὲν ἄνθρωπον, εἶδος τοῦζώου γένους ὄντος τοῦ ζώου. τὸ δὲ λευκὸν, τοῦ χρώματος εἶδος. τὸ δὲ τρίγωνον, τοῦ σχή-ματος εἶδος. Ειρηκὼς τὰ σημαινόμενα τοῦ εἴδους, καὶ περὶ οὗ πρόκειται αὐτῶ λέγειν, νῦνὡς ἐν παραδείγματι τὸ προκείμενον τοῦ εἴδους σημαινόμενον διδάσκει, πῶς ὑπὸ τὸ γέ-νος ἀνάγεται τὸ εἶδος. λαμβάνει γὰρ τὸ τρίγωνον, καὶ τὸ σχῆμα. τὸ μὲν σχῆμα, ὡς γένος. τὸ δὲτρίγωνον, ὡς εἶδος. ἐπιλαμβάνονται δέ τινες αὐτοῦ ὡς μὴ κυρίως εἰρηκότος τὸ σχῆμα τοῦτριγώνου γένος, τὸ τρίγωνον τοῦ σχήματος εἶδος. ἐν οἷς πρῶτόντι καὶ δεύτερον φασι, τούτωντὸ κοινῶς κατηγορούμενον, γένος οὐκ ἔστι. τὸ δὲ τρίγωνον, τοῦ τετραγώνου πρῶτον. τὸμὲν γὰρ, ἐκ τριῶν ἐστι γραμμῶν. τὸ δὲ, ἐκ τεττάρων. τὰ δὲ τρία, τῶν τεττάρων πρῶ-τα. καὶ ἄλλως. πᾶν τε τράγωνον, εἰς δύο τρίγωνα ὀρθογώνια διαιρεῖται. γὰρ τοῦα βν δ'