ο εἴδεσιν. ῶς τε τὸ μὲν κατὰ πλειόνων λέγεσθαι τὸ γένος, διαστέλλει αὐτὸ ἀπὸ τῶν καθ' ἑνὸςμόνου τῶν ἀτόμων κατηγορουμένων. Εν συντόμω δείκυσι πῶς ἕκαστον τῶν παραληφθέν-των εἰς τὴν τοῦ γένους ὑπογραφὴν δεόντως εἴληπται. ἃ οὐκ ἐν τῶ τί ἐστιν, ἀλλ' ἐν τῶ ὁποῖον τί ἐστιν, ἢ πῶς ἔχον ἐστὶ κατηγορεῖται. ἡ δὲ διαφορὰ καὶ τὰ συμβεβηκότα, οὐ μόνονἐν τῶ ὁ ποῖόντι ἐστὶ κατηγοροῦνται, ἀλλὰ καὶ ἐν τῶπῶς ἔχον. ἐρωτηθέντες γὰρ πῶς ἔχεισωκράτης, ἀποκρινόμεθα ἡ ὑγιαίνει, ἢ νοσεῖ. αἱ γὰρ ἄλλαι διαφοραὶ, πρὸς τοῖς συμβεβηκοσιν εἰσίν. οἷον, τὸ σιμόν. τὸ γρυπόν. καὶ τὸ φαλακρόν. τὸ δὲ ἐν τῶ τί ἐστι κατηγορεῖσθαι, χω-ρίζει ἀπὸ τῶν διαφορῶν, καὶ τῶν κοινῶν συμβεβηκότων, ἃ οὐκ ἐν τῶ τί ἐστιν, ἀλλ' ἐν τῶ ὁποιον τί ἐστιν, ἢ πῶς ἔχον κατηγορεῖται ἕκαστον ὧν κατηγορεῖται, ἐν τῶ ὁποῖον τί ἐστιν ἡδιαφορὰ κατηγορεῖται. ἐν δὲ τῶ πῶς ἔχον, τὰ κοινῶς συμβεβηκότα. φασὶ δέ τινεςὅτι εἰπὼν ἢ πῶς ἔχον, περι έλαβε καὶ τὰ ἰδίως τινὶ συμβεβηκότα. λέγομεν οὖν ὅτι, εἰκαὶ ἐν τῶ πῶς ἔχον ἐστὶ κατηγορεῖται καὶ αὐτὰ, ἀλλ' ὅμως τῶν καθ' ἑνός ἐστι κατηγορουμέ-νων. ἐκείνων δὲ ἄνω ἐχώρισε τὸ γένος, εἰρηκὼς, τὸ μὲν κατὰ πλειόνων λέγεσθαι τὸ γένος, διὰστέλλει αὐτὸ ἀπὸ τῶν καθ' ἑνὸς μόνου καὶ τῶν ἀτόμων κατηγορουμένων. Οὐδὲν ἄραπεριττὸν οὐδὲ ἐλλεῖπον περιέχει ἡ τοῦ γένους ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας. Ο ὁρισμοὶβούλονται καὶ μόνω ἐφαρμόζειν τῶ πράγματι, καὶ ὅλον αὐτὸ περὶ λαμβάνειν. διατοῦτο γὰρκαὶ ὁρισμοὶ λέγονται, ὡς περι λαμβάνοντες τὸ ὁριστὸν ἀπὸ τῶν ἐν τοῖς χωρίοις ὅρων με-τειλημμένοι. γίνονται δὲ οἱ ὁρισμοὶ ἀσυμμέτροι κατὰ δύο τρόπους. ἢ περιττεύοντες, ἢ ἐλλεί-ποντες. καλῶς γὰρ εἴρηται τοῖς φιλοσόφοις, ὅτι ἑκάστη συμμετρία μιάτις οὖσα, δύοἔχει ἀμετρίας παρακειμένας. οὕτω γὰρ καὶ ἡ δικαιοσύνή. μία μέντις ὑπάρχει ἀρετὴ, παράκειται δὲ αὐτῆ ἡμειονεξία, καὶ ἡ πλεονεξία. καὶ μειονεκτὴς μέν ἐστιν, ὁ ἤττον τοῦ δέ-ὄντος ἑαυτῶ τι περιποιῶν. πλεονέκτης δὲ, ὁ πλέὸν τοῦ δέοντος. καὶ πάλιν ἡ ἀνδρία ἀρε-τη ὑπάρχει. παράκειται δὲ αὐτὴ, ἥτε δειλία, καὶ ἡ θρασύτής. ἀλλὰ δὴ καὶ ἡ σωφροσύνη ἀρε-τη ὑπάρχει. παράκειται δὲ αὐτῆ, ἥτε ἠλιθιότης, καὶ ἡ ἀκολασία. καὶ ἠλίθιος μέν ἐστιν, ὁ ἡττὸν κινούμενος. ἀκόλαστος δὲ, ὁ μᾶλον καὶ ἀτάκτως κινούμενος. ἀλλὰ δὴ καὶ ἡ φρόνησις ἀρε-τή ἐστι. παράκειται δὲ αὐτῆ, ἥ τε ἀφροσύνη, καὶ ἡ ὑπερ ἡφανία. ὥσπερ οὖν ἐπὶ τούτων ἔχει,οὕτω καὶ ἐπὶ τοῦ ὁρισμοῦ. ἐκεῖνος γάρ ἐστιν ἄριστος ὁρισμὸς, ὁ περι ορίζων μὲν τὸ οἰκεῖον πρᾶγ-μα, καὶ μὴδὲν ἔξω αὐτοῦ καταλιμπάνων. τῶν δὲ παρακειμένων μὴδὲν ἀφαιρούμενος.παράκειται δὲ τούτω ὥσπερ καὶ ταῖς ἄλλαις ἀρεταῖς, ἥτε ὑπερβολὴ, καὶ ἡ ἔλλει ψις, ὡς ἤδηεἴρηται. καὶ περιττεύοντες μὲν, ποιοῦσι τὰ πράγματα ἐλλείπειν. ἐλλ' εἴποντες δὲ,ποιοῦσι περιττεύειν. οἷον, ὁ τοῦ ἀνθρώπου ὁρισμός ἐστι, ζῶον λογικὸν θνητόν. καὶ οὗτος ὁ ὁρισμὸς χωρίζει τὸν ἄνθρωπον ἀπὸ τῶν ἄλλων ἁπάντων, καὶ περὶ λαμβάνει πάντας τοὺς ἀν-θρώπους. ἐλλείπων δὲ, ποιεῖ τὸ πρᾶγμα περιττεύειν. οἷον, ζῶον θνητόν. οὐ μόνον γὰρ ὁἀνθρώπος ζῶον θνητὸν, ἀλλὰ καὶ ἵππος, καὶ κύων, καὶ ἄλλα πολλά. πάλιν δὲ περιττεύων,ποιεῖ τὸ πρᾶγμα ἐλλείπειν. οἷον, ζῶον λογικὸν θνητὸν γραμματικὸν. οὐκ έτι γὰρ πάνταςἀνθρώπους περὶ λαμβάνει, ἀλλὰ μόνους τοὺς γραμματικοῦς. καὶ τοῦτο εἰκότως. συνθε-τώτερα γὰρ γινόμενα τὰ πράγματα, μᾶλον στενοῦται. ἁπλούστερα δὲ ὄντα, ἐπὶ πλείοναἐκ τείνεται, καὶ ἐπὶ πλειόνων φέρεται. ἅτε δὴ πλησιέστερα ὄντα τῆς πρώτης ἀρχῆς
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten