Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

Διὰ τούτων δείκνυσι πῶς ἀποδοθεὶς ὁρισμὸς τοῦ γένους, ἤτοι ὑπογραφὴ, χωρίζει αὐτὸτῶν ἄλλων ἁπάντων. κατηγορεῖται μὲν γὰρ τὸ γένος κατὰ πλειόνων καὶ διαφέρόντων, ἄλλ'οὐ τῶ ἀριθμωμόνον, ἀλλὰ καὶ τῶ εἴδει. τὸ δὲ εἶδος, κατὰ διαφερόντων μόνον τῶ ἀριθμῶ. ὥστε οὖν δεῖ ποιεῖσθαι ἑκάστης φωνῆς τὸν ὁρισμὸν, ἤτοι τὴν ὑπογραφὴν οὕτως. ὅτι γένος μέν-ἐστι, φωνὴ σημαντικὴ κατὰ πλειόνων καὶ διαφερόντων τῶ εἴδει ἐν τῶ τί ἐστι κατηγορουμένη.διαφορὰ δέ ἐστι, σημαντικὴ φωνὴ, κατὰ πλειόνων καὶ διαφερόντων τῶ εἴδει ἐν τῶ ὁποῖοντί ἐστι κατηγορουμένη. εἶδος δὲ, φωνὴ σημαντικὴ, κατὰ πλειόνων καὶ διαφερόντων τῶ ἀριθμῶν, ἐν τῶ τί ἐστι κατηγορουμένη. ἰδιον δὲ ὑπάρχει, φωνὴ σημαντικὴ ἐπουσιώδης καθ'ἑνὸς εἴδους κατηγορουμένη. συμβεβηκὸς δέ ἐστι, σημαντικὴ φωνὴ ἐπουσιώδης κατὰπλειόνων καὶ διαφερόντων τῶ εἴδει ἐν τῶ ὁποῖον τί ἐστιν, ἐν τῶ πῶς ἔχον ἐστὶ κατηγο-ρουμένη. Τὸ δὲ ζῶον γένος ὂν, ἀνθρώπου, καὶ ἵππου, καὶ βοὸς, κατηγορεῖται. οἱ διαφέ-ἥρουσι καὶ τῶ εἴδει ἀλλήλων, ἀλλ' οὐ τῶ ἀριθμωμόνον. Ιστέον δὲ ὅτι, τὰ τῶ εἴδει διαφέρον-τα ἀλλήλων, καὶ τῶ ἀριθμῶ διαφέρουσι. τὰ δὲ τῶ ἀριθμῶ διαφέροντα, οὐκέτι καὶ τῶεἴδει. οὐ γὰρ ἀντιστρέφει λόγος. εἰ δέναι γὰρ δεῖ, ὅτι τὸ ταυτὸν τριττὸν ὑπάρχει. γὰρ τῶγένει ἐστὶ ταυτὸν, τῶ εἴδει, τῶ ἀριθμῶ. καὶ τῶ γένει μέν ἐστι ταυτὸν, ὡς ἄνθρωπος. ἵππος.κύων. βοῦς. ταῦτα γὰρ τῶ γένει τν αὐτὸν ὑπάρχει. ἅπάντα γὰρ ζῶα εἰσί. τῶ δὲ εἴδει ταυτὸνἐστιν, ὡς θέων, καὶ πλάτων, καὶ ἀλκιβιάδης. οὗτοι γὰρ οἱ αὐτοὶ ἐν τῶ εἴδει ὑπάρχουσι. τῶ δὲἀριθμῶ ταυτόν ἐστιν, ὡς ἄνθρωπος, καὶ βροτός. ὡς ξίφος, καὶχαιρα. εἰ οὖν τὸ ταυτὸντριττὸν ὑπάρχει, ἐξ ἀνάγκης καὶ τὸ ἕτερον τριττὸν ὑπάρχει. γὰρ τῶ γένει τινὰ διαφέρει καὶἕτερα ἐστὶν ἀλλήλων, τῶ εἴδει, τῶ ἀριθμῶ. καὶ τὰ μὲν τῶ γένει διαφέροντα ἀλλήλων,πάντως καὶ τῶ εἴδει διαφέρουσι, καὶ τῶ ἀριθμῶ. οἷον, τῶ γένει διαφέρει ἀλλήλων, ἄνος καὶ τὸλευκόν. μὲν γὰρ ἄνος, ζῶον ὑπάρχει. τὸ δὲ λευκὸν, ποιόν. ἄλλα δὴ καὶ τῶ εἴδει. ἄλλο γὰρεἶδος ἀνθρώπου, καὶ ἄλλο λευκοῦ. μὲν γὰρ ἀνος, εἶδός ἐστι τοῦ ζώου, γένους ὄντος. τὸ δὲλευκὸν, εἰδός ἐστι τοῦ ποιότητος καὶ τοῦ χρώματος. ἀλλὰ δὴ καὶ τῶ ἀριθμῶ. γὰρ αἰσθη-τὸς ἄνθρωπος, οἷον σωκράτης, ἕτερός ἐστι τοῦ πλάτωνος. ὥστε οὖν καλῶς εἰρήκαμεν ὅτιτὰ τῶ γένει ἀλλήλων διαφέροντα, καὶ τῶ εἴδει διαφέρουσι, καὶ τῶ ἀριθμῶ. τὰ δὲ τῶ εἴδειδιαφέροντα, διαφέρει μὲν πάντως τῶ ἀριθμῶ. οὐκέτι δὲ καὶ τῶ γένει. οἷον, ἄνθρωπος. ἵπ-πος. ταῦτα γὰρ διαφέρυει ἀλλήλων τῶ εἴδει. ἄλλο γὰρ εἶδος ἀνθρώπου, καὶ ἄλλοιππου. ἀλλὰδὴ καὶ τῶ ἀριθμῶ. ἄλλη γὰρ ὕλη ἵππου, καὶ ἄλλη ἀνθρώπου. οὐ μὴν καὶ τῶ γένει διαφέρου-σιν. ἀμφότερα γὰρ ζῶα ὑπάρχει. τὰ δὲ τῶ ἀριθμῶ διαφέροντα, οὔτε πάντως τῶ εἴδει,οὔτε τῶ γένει διαφέρουσιν ἀλλήλων. διατοῦτο εἰπὲν, οἱ διαφέρουσι καὶ τῶ εἴδει ἀλλή-λων, ἄλλ' οὐ τῶ ἀριθμῶ μόνον. ὡς δὴλου ὄντος, ὅτι τὰ διαφέροντα τῶ εἴδει ἀλλήλων,καὶ τῶ ἀριθμῶ πάντως διαφέρει. Τῆς δ' αὐ διαφορᾶς καὶ τῶν κοινῶς συμβεβηκότων, διὰφέρει τὸ γένος. Τῶν διαφορῶν φησὶ καὶ τῶν καθόλου συμβεβηκότων διαφέρει τὸ γένος, ταῦτα μὲν, ἐν τῶ ποιοντι ἐστιν, πῶς ἔχον ἐστι κατηγορεῖσθαι. τὸ δὲ γένος, ἐν τῶ τί ἐστιν.τῶν δὲ ἐν τῶ τί ἐστι κατηγορουμένων διαφέρει τὸ γένος. τοῦεἴδους, ὅτι ἐκεῖνο μὲν, κατὰ πλειόνωνκαὶ διαφέρον τὴν τῶ ἀριθμω κατηγορεῖται. τοῦτο δὲ, κατὰ πλειόνων καὶ διαφέρόντων τῶεἴδει, οἷον, τὸ γένος. τοῦ δὲ ἰδίου, ὅτι τοῦτο μὲν, ἐνὶ εἴδει ἀρμόζει. τὸ δὲ γένος, πολλοῖςν