μενος ἀποδεῖξαι τοῦτο νῦν, δια τί ταῖς πέντε φωναῖς μόναις ἐχρήσατο ὁ ἀριστοτέλης, ἀλ-λὰ τὴν διαφορᾶν μόνην τῶν πέντε σημαντικῶν φωνῶν, στενοτέραν ποιούωννται. αἱ δὲ, κατὰ πλειόνων.ρεσιν λέγει οὕτως. τοῦ σημαντικῶν φωνῶν, αἱ μὲν, καθ' ἑνὸς λέ-καταλίμπάνει γὰρ τὸ ἀνώτερον μέρος τῆς διαιρέσεως. καὶ καθ' ἕνὸς μὲν κατηγοροῦνται, ὡςτὰ ἄτομα. οἷον, σωκράτης. πλάτων. ἀλκιβιάδης. τῶν δὲ κατὰ πλειόνων, αἱ μὲν, κατὰ διαφερόν-των τῶ εἴδει. αἱ δὲ, κατὰ διαφέρόντων τῶ ἀριθμῶ. καὶ κατὰ διαφέρόντων τῶ εἴδει κατηγοροῦν-ται, καὶ τὸ γένος, καὶ ἡ διαφορὰ, καὶ τὸ συμβεβηκός. καὶ γὰρ τὸ γένος, οἷον τὸ ζῶον, κατηγορεῖταικατὰ πολλῶν εἰδῶν. οἷον, ἀνθρώπου, καὶ ἵππου, καὶ κυνός. καὶ ἡ διαφορὰ δὲ, οἷον τὸ λογικὸν, κατηγορεῖται καὶ κατὰ ἀγγέλων, καὶ κατὰ ἀνθρώπων. καὶ τὸ θνητὸν κατὰ ἀλόγων, ἵππου τε καὶ ἄλλωνζώων. καὶ τὸ συμβεβηκὸς δὲ, κατὰ πολλῶν εἰδῶν κατηγορεῖται. κατά τε λευκότητος, καὶμέλανιας. καὶ κατὰ τοῦ ἕσταναι, καὶ τοῦ καθέζεσθαι. τῶν δὲ κατὰ διαφερόντων τῶ ἀριθμῶ,ὑπάρχει τὸ ἴδιον καὶ τὸ εἶδος. τῶν γὰρ κατὰ διαφερόντων τῶ εἴδει κατηγορουμένων, τὰ μὲν,ἐν τῶ τί ἐστι κατηγορεῖται. τὰ δὲ, ἐν τῶ ὁποῖον τί ἐστι, καὶ πῶς ἔχον ἐστι. καὶ ἐν μὲν τῶ τί ἐστι,τὸ γένος. ἐν δὲ τῶ ὁποῖον τί ἐστιν, ἡ διαφορὰ, καὶ τὸ ἀχώριστον συμβεβηκός. ἐν δὲ τῶ πῶςἔχον ἐστὶ, τὸ χωριστὸν συμβεβηκός. ἔρωτώμενοι γὰρ πῶς ἔχει ὁ πλάτων, φαμὲν ὅτι ὑγι-αίνει, ἢ νόσει, ἢ κάθηται, ἢ ἴσταται. καὶ ἄλλα τοιαῦτα. Αξιον δὲ ἀπορῆσαι, εἰ ὑπὸ τὴν φωνὴν ὡςγένος ἀνάγονται αἱ εἰρημέναι πέντε φωναὶ, τὸ δὲ γένος ὑπὸ ταύτας ἀνάγεται, ἔσται τῶν γέ-νικωτάτων γενῶν γένος, ὅπερ ἄτοπον. φαμὲν οὖν ὅτι, οὐχ ὡς πράγματα τὰ γένη ἀνάγε-ται ὑπὸ ταύτην τὴν διαίρεσιν, ἀλλ' ὡς φωναι. ὡς μέντοι πμάγματα γενικώτατα, οὐκ έτιἐπί τι κοινότερον ἀνάγεται. Τῶν γὰρ κατηγορουμένων, τὰ μὲν, καθ' ἑνὸς λέγεται μό-ὄνον, ὡς τὰ ἄτομα. Διὰ τούτων δηλοῖπῶς ἡ ἀποδοθεῖσα τοῦ γένους ὑπογραφὴ, χωρίζειαὐτὸ τῶν ἄλλων ἁπάντων. καὶ τὸ οὗτος καὶ τὸ τοῦτο. Καὶ γὰρ καὶ ταῦτα μερικὰ ὑπάρχει.καθ' ἑνὸς γὰρ μόνου λέγεται. δεικνύοντες γὰρ φαμὲν, τοῦτο, καὶ ἐκεῖνο, καὶ τὸ ἄλλο. καὶ κα-λῶς οἱ φιλόσοφοι κατὰ τῶν μερικῶν ἤγαγον τὸν λόγον τοῦτον. ταῦτα γὰρ καὶ τῆ δείξει καὶ τῆαἰσθήσει ὑποπίπτουσιν. ὁ γὰρ καθόλου ἄνθρωπος, καὶ τὸ καθόλου ζῶον, καὶ τὰ λοιπατωνκαθόλου ἐν τῶ δημιουργῶ ὄντα, οὔτε τῆ δείξει, οὔτε τῆ αἰσθήσει ὑποπίπτουσι. κα-λῶς οὖν τὰ καθέκαστα ὑπὸ τὴν δεῖξιν ἀνήγαγόν. οὐ γὰρ τὰ καθόλου. ἄτομα δὲ λέγεταιταῖτα, ἐπεὶ οὐ τέμνεται οὔτε εἰς ὁμοειδῆ, οὔτε εἰς ἀνομοειδῆ, ὥσπερ τὰ γένη, καὶ τὰεἴδη, ἀλλ' ἅμα τῆ τομῆ φθείρεται. τὸ γὰρ ἐν ἐμοὶ ζῶον, οὐκ ἔστι κοινὸν, ἀλλ' ἐν ἐμοὶ περι-γέγραπται. ὁμοίως καὶ τὸ λογικὸν, καὶ τὸ ἐκ πάντων συγκριμὰ ὁ ἄνθρωπος περιώρισται.Και τὰ συμβεβηκότα κοινῶς, ἀλλὰ μὴ ἰδίως τινί. Οῖον, ἡ λευκότης, καὶ ἡ μέλανια. τὰγὰρ μερικά, οὐ κατὰ πλειόνων λέγία ονγεται. οον, ἡ ἐν τῶδὲ τῶ σώματι λευκότης, ἡ ἡ ἐν τῶ ὀδυσσεῖ οὐλη, ἀφ' ἡς αὐτὸν ἡ τροφὸς ἐπέγνω. καὶ γὰρ αὕτη αὐτῶ μόνω ὑπῆρχεν. εἰ μὴ γὰρ ἣν αὐτῶ μό-νω, πῶς εἴχεν αὐτὸν ἐξ αὐτῆς ἐπιγνῶναι. διατοῦτο οὖν εἰπε τὰ κοινῶς συμβεβηκότα.ἀλλὰ μὴ ἰδίως τινὶ ὑπάρχοντα. ἂντοῦ τὰ καθόλου, καὶ μὴ τὰ μερικά. ἐστι δὲ γένος μὲν, οἷοντὸ ζῶον. εἶδος δὲ, οἷον, ὁ ἄνθρωπος. Εσκιαγραφημένην οἷόν τινὰ περὶ αὐτῶν ποιεῖται τοῦὁ διδασκαλίαν, διὰ παραδείγματος ἕκαστον ἡμᾶς διδάσκων τῶν πέντε. Τῶν μὲν οὖνκαθ' ἑνὸς μόνου κατηγορουμένων διαφέρει τὰ γένη, τῶ ταῦτα κατὰ πλειόνων λέγεσθαι.
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten