Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

ἀνέρχεσθαι, πρῶτον μὲν γινώσκομεν τὸν ἄνθρωπον. εἶτα ὅτι σύγκειται ἐξ ὀστέων καὶσαρκῶν. ἔπειτα ὅτι ταῦτα ἐκ τῶν τέσσαρων στοιχείων. εἶτα ὅτι ταῦτα ἐξ ὕλης καὶ εἴδους.ὥστε τὰ τῆ φύσει πρότερα, τῆ γνώσει ἡμῖν ὕστερα γίνονται. καὶ τὰ τῆ φύσει ὕστερα,ἡμῖν τῆ γνώσει πρότερα. σαφέστερον οὖν τὸ πρῶτον. ἀσαφέστερον δὲ τὸ δεύτερον. διὰ τοῦ-τὸ τὴν περὶ αὐτῶν διδασκαλίαν οὕτω προεχειρίσατο πορφύριος. δεῖ γὰρ ἐκ τῶν σαφε-στέρων ἡμᾶς ποιῆσαι τὴν διδασκαλίαν. καὶ ὅτι τὸ παρὰ τοῖς φιλοσόφοις γένος περὶ οὗλογος, ἔοικε τοῖς εἰρημένοις γένεσι, καὶ ὁμοιότητα τινὰ πρὸς ταῦτα ἔχει. Αξιον δὲ ἀπορη-σαι, δι' ἣν αἰτίαν ὄντων καὶ ἑτέρων σημαινομένων τοῦ γένους, αὐτὸς μόνος ταῦτα ἀπηριθμήσατο. ὅτι δέ ἐστι καὶ ἕτερα σημαινόμενα, δῆλον ἐντεῦθεν. γὰρ πλάτων, γένη έλεγε τοῦὄντος. οὐσίαν. ταὐτότητα. ἑτερότητα. κίνησιν. καὶ στάσιν. ταῦτα οὖν νῦν οὐκ ἀπηριθμησατο, ἐπειδὴ προέκει τὸ αὐτῶ, καθὼς προεσήμανε περὶ τῶων τῶ ἀριστοτέλει δοκούντων γρά-ψαι. φαίνεται δὲ καὶ αὐτὸς ἀριστοτέλης γένος καλῶν ἐν τῆ φυσικὴ τὴν ἐν ἑκάστη τέχνη ὑποκειμένην ὕλην. ὡς ἐν τῆ τεκτονικῆ τὰ ξύλα. καὶ ἐν τῆ ἰατρικῆ τὰ ἀνθρώπινα σώματα. καὶ ἐντοῖς φυσικοῖς ἅπασι τὴν πρώτην ὕλην. ἀλλ' οὐ πρόκειται τῶ πορφυρίω περὶ τούτων φυσικῶς σκοπεῖν, ἀλλὰ πρεπόντως τῆ λογικῆ πραγματεία. Αλλως δὲ πάλιν γένος λέ-ἴγεται, ὑπὸ τάσσεται τὸ εἶδος, καθ' ὁμοιότητα ἴσως τούτων τῶν εἰρημένων. Τρίτονἀπαριθμεῖται σημαινόμενον τοῦ γένους, περὶ οὗ καὶ τοῖς φιλοσόφοις λόγος. μοιότητα δέ-τινα ἔχει πρὸς τὰ πρὸ αὐτοῦ. ὥσπερ γὰρ τὸ πρῶτον σημαινόμενον τοῦ γένους δύο τινὰς ἔχεισχέσεις τὴν πολλῶν πρὸς ἕνα, καὶ τὴν αὐτῶν πρὸς αὐτοὺς, οὕτω καὶ τὰ εἴδη σχέσιν ἔχεικαὶ πρὸς τὸ γένος, καὶ πρὸς ἄλληλα. πάλιν ὥσπερ τὸ δεύτερον σημαινόμενον σχέσιν ἔχει ἑνὸςπρὸς ἕνα τὴν τοῦ αἰτίου καὶ αἰτια τοῦ, οὕτω καὶ τοῦτο σχέσιν ἔχει ἑνὸς πρὸς ἕνα. οἷον, τοῦ ζώουπρὸς ἄνθρωπον, καὶ αἰτια τοῦ πρὸς αἴτιον. ἴσως μὲν οὖν οἱ ὀνοματοθέται πρῶτοι τὰς δια-φόρους τῶν ἀνθρώπων γενέσεις διακρίναι βουλόμενοι, ἐκάλεσαν τὸ μὲν, ἡρακλειδῶνγένος. τὸ δὲ, αἰακιδῶν. τὸ δὲ, πελοπιδῶν. εἶθ ὕστερον οἱ φιλόσοφοι κατὰ τὴν τούτων μίμησιν,τὰ παρ' αὐτοῖς ὠνόμασαν γένη. ὡς γὰρ ἡρακλειδῶν γένος οἱ ἐξ ἡρακλέους γενόμενοι, οὕτωδὴ λέγεται καὶ τὸ ζῶον γένος. τῶν γὰρ μερικῶν ζώων, ἀνθρώπου, κυνὸς, ἵππου, καὶ τῶν λοι-πῶν, γένος λέγεται τὸ ἁπλῶς ζῶον. πολλάκις δὲ οἱ φιλόσοφοι εὗρον πρότερον τὰ πρἑαυτοῖς γένη. εἶτα ὕστερον ἐπιγινόμενοι οἱ ὀνοματοθέται κατὰ μίμησιν τούτων, τὰ ἐντησυνηθεία τῶν ἀνθρώπων γένη ὠνόμασαν. δυνατὸν γὰρ ἑκάτερον ὑπονοεῖν. ἐπεὶ οὖν ἀμ-φίβολον ὑπάρχει τοῦτο, εἴτε οἱ φιλόσοφοι εὗρον τὴν ἀρχὴν τῆς τοιαύτης ὀνομασίας,εἴτε οἱ ὀνοματοθεται, διὰ τοῦτοἴσως εἶπεν, ἀμφιβάλλων καὶ αὐτός. Τριχῶς οὖν τοῦ γένουςλεγομένου, περὶ τοῦ τρίτου παρὰ τοῖς φιλοσόφοις λόγος. Απαριθμησαμενος πορ-φύριος τὰ σημαινόμενα τοῦ γένους, φησὶ περὶ τοῦ τρίτου εἶναι παρὰ τοῖς φιλοσόφοις τὴνλογον. καὶ ὑπογράφοντες ἀποδεδώκασι. δεῖ οὖν ἡμᾶς πρότερον εἰπεῖν τί ἐστιν ὑπὸγρα-φὴ, καὶ τί ὅρος. καὶ τί διαφέρει ὁρισμὸς ὑπογραφῆς. εἶθ' ἑξῆς τὴν αἰτίαν ζητῆσαι τίνος ἕνε-κεν δι' ὑπογραφῆς αὐτὸ διδάσκει, καὶ μὴ δι' ὁρισμοῦ. καί τοι γε εἰώθασιν οἱ ὁρισμοὶ τὴν οὐσί-αν τοῦ ὑποκειμένου πράγματος σημαίνειν, καὶ περικλείειν μὲν τὰ οἰκεῖα, οὐδὲν δὲ ἀφαιρεῖ-