σθαι τῶν ἀλλοτρίων. ῥητέον οὖν ὡς ἕκαστον τῶν πραγμάτων καὶ ἕν ἐστι καὶ πολλά. καὶ διατοῦ-τὸ σημαίνεται ἕκαστον. καὶ δι' ὀνόματος, καὶ διὰ λόγου. δι' ὀνόματος μὲν, ὅταν ὡς ἕντι θεωρεῖται. διὰ λόγου δὲ, ὅταν ὡς πολυμερές. οἷον, τὸν ἄνθρωπον σημαίνομεν, καὶ διὰ τοῦἄνθρωπος ὀνόματος, καὶ διὰ τοῦ λόγου τοῦ λέγοντος, ζῶον λογικὸν θνητόν. οὗτος δὲ ὁλόγος ὁ σημαντικὸς τῶν ὑποκειμένων πραγμάτων, ἢ ἐκ τῶν κατ' οὐσίαν ὑπαρχόντων τοῖςπράγμασιν εἰλημμένος ἐστιν, ἢ ἐκ τῶν συμβεβηκότων αὐτοῖς. εἰ μὲν οὖν ἐκ τῶν οὐσιω-δῶς ὑπαρχόντων αὐτοῖς λαμβάνεται, καλεῖται ὁρισμὸς, ὡς ζῶον λογικὸν θνητόν. συμ-πληροῖ γὰρ ταῦτα τὴν οὐσίαν τοῦ ἀνθρώπου. εἰ δὲ ἐκ τῶν συμβιβηκότων αὐτοῖς εἰλημμέ-νος εἴη, καλεῖται ὑπογραφή. οἷον, ἄνθρωπος ἐστὶ ζῶον ὀρθο περιπατητικὸν, πλατυόνυχὸν, χέρσι χρώμενον. ταῦτα γὰρ ἐπισυμβεβηκε τῆ ἀνθρώπου οὐσία. οὐ γὰρ συμπλη-ροῖ ταῦτα τὴν τοῦ ἀνθρώπου οὐσίαν, ἀλλ' ἐπισυμβέβηκεν αὐτῆ. ταύτη οὖν διαφέρειὁ ὁρισμὸς τῆς ὑπὸγραφῆς, τῶ τὸν μὲν ὁρισμὸν, ἐκ τῆς οὐσίας δεικνύναι τὰ πράγματα.τὴν δὲ ὑπογραφην, ἐκ τῶν συμβεβηκότων. ὑπογραφὴ δὲ λέγεται, οἷον σκιαγραφια τίς οὔ-σα. ὥσπερ γὰρ ἡ παρὰ τοῖς γραφεῦσι σκιαγραφία, δηλοῖ μὲν τὸ μίμημα τῆς εἰκόνος,οὐ μὴν διηρθρωμένως, οὕτως καὶ ἡ ὑπογραφή. δηλοῖ μένπως τὸ πρᾶγμα, οὐ μέντοι διηρ-θρωμένως. ὁ δὲ ὁρισμὸς, αὐτὸ ἡμῖν τὸ πρᾶγμα σαφῶς παρίστησιν. ἀναλογεῖ οὖν ὁ μὲν ὁρι-σμὸς, τῆ τελεία γραφῆ. ἡ δὲ ὑπογραφὴ, τῆ σκιαγραφία. διὸ καὶ ὑπογραφὴ λέγεται. ἐπεὶοὖν οἱὁρσμοὶ λαμβάνονται ἐκ γένους καὶ διαφορῶν συστατικῶν, τοῦ δὲ καθολικωτάτουγένους οὐκ ἔστι γένος, ἵἶνα ἐξ αὐτοῦ καὶ τῶν διαφορῶν τὸν τοῦ γένους ἀποδώση ὁρισμὸν,περὶ δὲ τοῦ καθολικωτάτου γένους νῦν αὐτῶ ὑπάρχει ὁ λόγος, διὰ τοῦτο μὴ δυνάμενος ὁρι-σμὸν τοῦ γένους ἀποδοῦναι ὁ πορφύριος, δι' ὑπογραφῆς αὐτὸ ἐσήμανεν. ἐφ' ὧν γὰρ πραγ-μάτων μὴ δαμῶς δυνάμεθα ὁρισμοὺς ἀποδοῦναι, ἀγὰπῶμεν δι' ὑπογραφῆς αὐτὰ σημαίνειν.ἀπορουμεν δὲ ὁρισμὸν ἐπὶ τοῦ γένους ἀποδοῦναι. πρῶτον μὲν, ὡς ἤδη εἴπομεν, διό τι περὶ-τοῦ ἁπλῶς γένους ποιούμεθα τὴν λόγον, τοῦ παντὶ γένει ἐφαρμόσαι δυναμένου. οὐκ ἔστι δὲτου καθολικωτάτου γένους εὑρεῖν γένος. οὕτω γὰρ οὐκ ἂν εἴη καθολικώτατον. γένους δὲ μὴὄντος, οὐδὲ ὁρισμὸν εἶναι ἐνδέχεται. πᾶς γὰρ ὁρισμὸς, ἐκ γένους συγκειται καὶ διαφορῶνσυστατικῶν τοῦ ὁριζομένου. γένους δὲ μὴ ὄντος, οὐδὲ τὰς συστατικὰς διαφορὰς εἶναι ἐνδέχεται.αἱ γὰρ συστατικαὶ διαφοραὶ τῶν εἰδῶν, αἱ αὐταὶ τῶν γενῶν εἰσιδιαιρετικαὶ, ὡς προιόντεςεἰσομεθά. οὗ ἄρα μή ἔστι γένος, τούτου οὐδὲ τὰς διαφορὰς τὰς συστατικὰς εἶναι ἐν δέχεται. μήτε οὖν γένους ὄντος, μήτε συστατικῶν διαφορῶν τοῦ καθολικωτάτου γένους, οὐδὲὁρισμὸν εἶναι τούτου ἐν δέχεται. πρῶτα μὲν οὖν διατοῦτο οὐκ ἔστιν ὁρισμὸν τοῦ γένουςἀποδοῦναι. ἔπειτα δὲ καὶ διότι ὁμώνυμον ἐστὶ τὸ γένος. δεκαχῶς γὰρ λέγεται, ὡς ἐνταῖς κατηγορίαις ἐστὶ μαθεῖν. τῶν δὲ ὁμωνύμων ὅρους οὐκ ἔστιν ἀποδοῦναι, ἐπεὶ καὶ ὀνό-ματα μόνα ἐστὶ ψιλὰ τοῖς πράγμασι τοῖς ὑπ' αὐτῶν σημαινομένοις διαφέροντα. ὁ δὲ ὁρι-σμὸς, οὐσίαν σίν. ὧν δὲ ὁρισμοὶ οἱ αὐτοὶ, τούτων καὶ τὰ πράγματα τὰ αὐτά. οὐκ ἄρα ἐνδέχεται τῶν ὁμωνύμῶν ἕνα κοινὸν ὁρισμὸν ἀποδοῦναι. ὅθεν καὶ δι' ὑπογραφῆς αὐτὰ ση-μαινομεν. ἐν δέχεται γὰρ καὶ τοῖς κατ' οὐσίαν διαφέρουσι, τὰ αὐτὰ συμβεβηκότα ὑπάρ-
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten