Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

βαθὸ σημαινόμενον τὸ τῶν ἡρακλειδῶν λέγεται γένος. Τὸ γὰρ εἰπεῖν ἡρακλειδῶν, χωρίζειαὐτὸ τῶν ἄλλων γενῶν. οἷον, τανταλιδῶν, καὶ τῶν ἄλλων, καὶ τῆς ἀφ' ἑνὸς σχέσεως. λέγωδὴ τοῦ ἡρακλέους, καὶ τοῦ πλήθους τῶν ἐχόντων πῶς πρὸς ἀλλήλους τὴν ἀπ' ἐκείνου οἶ-κειότητα. καθὸ πάλιν δύο σχέσεις λαμβάνονται, ἑνὸς πρὸς ἕνα αἰτίου καὶ αἰτιατοῦ. οἷον,του ἡρακλέους, πρός τινὰ τῶν ἡρακλειδῶν. αἰτίου μὲν ὄντος τοῦ ἡρακλέους. αἴτια τοῦδὲ τοῦ ἀπ' ἐκείνου, τῆς πατρίδος, καὶ τοῦ ἐν αὐτῆ τραφέντος. καθὸ λέγομεν, πλάτωναμὲν, ἀθηναῖον τὸ γένος. πίνδαρον δὲ, θηβαῖον. Ιστέον δὲ ὅτι σχέσις κατὰ τέσσαρας τρόπους λέγεται. κατὰ τέχνην, ὡς τοῦ διδασκάλου πρὸς τὸν μαθητήν. κατὰ τύχην, ὡς τοῦ δεσπό-του πρὸς τὸν δοῦλόν. κατὰ προαίρεσιν, ὡς τοῦ φίλου πρὸς τὸν φίλον. κατὰ φύσιντων εἰρημένων σχέσις φύσει ἐστὶ, κατὰ ἀπο τομὴν τὴν ἀπὸ τοῦὡς τοῦ πατρὸς πρὸς τὸν ὑἱὸν. οὐἄλλων γενῶν κεκλημένην. Ιστέον δὲ ὅτι, αἱ σημαντικαὶ φωναὶ καὶ τὰ ὀνόματα, εἰώθασι χω-ρίζειν τὰ πράγματα ἀπ' ἀλλήλων. καὶ γὰρ φύσις ἐπενόησε τό δέ τι ἄνθρωπον καλεῖσθαι, κυνα, ἄλλοτι. ἵνα διὰ τούτων ἀποχωρίση ἕκαστον ἀπ' ἀλλήλων. καὶ γὰρ ἑκάστη τῶν τεχνῶνὡς μέλου σάτι καὶ νότερον καὶ ξενοπρέπες παρὰ τὰς ἄλλας τέχνας διδασκειν, τοῖς οἰκείοιςὀργάνοις ὀνόματα ἐπιτίθησιν, ἵνα ἔχη πῶς αὐτὰ σαφηνίσαι. οὕτω γὰρ καὶ οἱ γεωμέτραι πολλὰς διαφορὰς τριγώνων εὑρηκότες, οἷον, τὸ μὲν, ἴσας ἔχον τας τρεῖς πλευρας, τὸ δὲ, τὰςδύο μόνον, τὸ δὲ, τὰς τρεῖς ἀνίσους, ὀνομασιν οἰκείοις κέχρηνται. τὸ μὲν ἴσας ἔχον τὰς τρεῖςπλευρας, ἐκάλεσαν ἰσόπλευρον. τὸ δὲ τὰς δύο μόνον ἴσας, ἴσοσκελές. τὸ δὲ τὰς τρεῖςἀνίσους, σκαληνὸν, βουλόμενοι διὰ τῶν ὀνομάτων ἕκαστον τούτων δηλῶσαι. οὕτως ἄρατὰ ὀνόματα σημαίνουσι τὰ πράγματα. Τοῦτο δὲ ἔοικε πρόχειρον εἶναι τὸ σημαινόμενον.Ασάφειαν τινὰ ἐποίησεν φιλόσοφος ἀμέσως εἰς τὸ πρῶτον σημαινόμενον τοῦ γένουςἐπελθὼν, καὶ μὴ ἐπισημηνάμενος αὐτὸ τοῦτο. ωφειλε γὰρ διορίσασθαι περὶ ποίου ση-μαινομένου τοῦ γένους λέγει. ὅτ γὰρ περὶ προτέρου ποιεῖται τὸν λόγον, καὶ οὐ περὶ τ τοῦ προ-ρσεχῶς ἡμῖν εἰρημένου, δηλοι τὰ ὑποδείγματα ἀτίθησι. φησὶ γὰρ ὅτι, τοῦτο τὸ σημαι-νόμενον τοῦ γένους, πρόχειρον ἔοικεν ἡμῖν ἐκ τῆς συνηθείας εἶναι, καὶ γνωριμώτερον.πρόχειρον δὲ τῆ συνηθεία λέγει σημαινόμενον, τὴν ἀφ' ἑνὸς τῶν πολλῶν, εἰς τοὺς πολλοὺςσχέσιν. Αξιον δὲ ἀπορῆσαι, διὰ τί τὸ πρῶτον ἀποδοθὲν γένος πρόχειρον εἰπε, καὶ μὴ τὴν τοῦἕνὸς πρὸς ἕνα σχέσιν, λέγω δὴ τὸ δεύτερον. τοῦ το γὰρ πρότερον οἶδεν φύσις. ἕνα γὰρ ἐξἑνὸς πρῶτον ποιεῖ. καὶ οὕτω πολλοὺς ἐκ πολλῶν. Ερουμεν οὖν πρὸς τοῦτο, ὅτι τὸ μὲνδεύτερον σημαινόμενον τοῦ γένους, ἐστιν ὡς πρὸς ἡμᾶς δεύτερον, τῆ φύσει πρῶτον ἐστιν.ἀπὸ γὰρ τοῦ ἡρακλέους, πρότερον εἷς γίνται. εἴθούτω τὸ πλῆθος. τὸ δὲ πρῶτον σημαινόμενον,τῆ φύσει ἡμῖν ἐστὶ δεύτερον. καὶ τὸ τῆ φύσει δεύτερον, ἡμῖν πρῶτον. καὶ καθόλου τὰ τῆφύσει πρῶτα, ἡμῖν δεύτερα ἐστί. τὰ δὲ τῆ φύσει δεύτερα, ἡμῖν πρῶτα. οἷον, φύσει πρῶ ὕλη καὶ τὸ εἶδος. ἔπειτα τὰ σέσσαρα στοιχεια. ἔπειτα σρκὲς καὶ ὀστέα, καὶ τὰ λοιπᾶ τῶνὁμοιομερῶν. εἴτα ἄνθρωπος. καὶ μὲν φύσις, οὕτως ἀπὸ τῶν ἀνωτέρων εἰς τὰ δεύτεραφέρεται. ἡμεῖς δὲ ὡς ἄτε κατώτερανεύοντες, καὶ ὑπτια βλέποντες, καὶ ἀπὸ τῶν προσε-χεστέρων, ἐπὶ τὰ πορῥώτερα. καὶ ἀπὸ τῶν ἐνυλοτέρων, ἐπὶ τὰ ἀὐλότερα βουλόμενοι