Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

πᾶν δὲ τεμνόμενον, καὶ φύσει πρότερον τοῦ τμήματος, καὶ συστατικὸν. οὐκοῦν εἰ πρότερον.κατὰ τὴν οὐσίαν τὸ γένος τοῦ εἴδους, τὰ δὲ πρότερα κατὰ τὴν οὐσίαν τῶν πρός τι κατ' αἰτί-αν πρότερα, πρεσβύτερον ἄρα τὸ γένος τοῦ εἴδους. καὶ εἰκότως αὐτὸ προτάττει τῶν ἄλλων.ταύτη γοῦν καὶ φύσις ἐν τῆ γενέσει τῆ τάξει κέχρηται. παραλαβουσα γὰρ τὸ σπέρμαπρῶτα μὲν ζωοποιεῖ αὐτὸ καὶ ἐμψυχοῖ. εἴτα προίουσα, καὶ αἴσθησιν παρασχουσα, ποιεῖ τοζῶον. εἶτα θυμὸν, καὶ ἐπιθυμίαν. καὶ ποιεῖ ἄλογον ζῶον. εἶτα τέλειον τὴν λόγον παρασχοῦ-σα, ποιεῖ τὸν ἄνθρωπον. ὥστε, ὡς μὲν οὐσία, προυπάρχει τὰ γένη τῶν εἰδῶν. ὡς δὲ γένηκαὶ εἴδη, συνυφέστηκεν ἀλλήλοις, καὶ συναναιρεῖται. τῆς γὰρ πρὸς ἄλληλα αὐτῶν σχέσεως,ὀνόματά ἐστι τὸ γένος καὶ τὸ εἶδος. Αξιον δὲ ζητῆσαι, δια τί περὶ τοῦ γένους διδάσκων, ἐμνήσθη τοῦ εἴδους, καὶ μὴ τῆς διαφορὰς, τῶν ἄλλων. φαμὲν οὖν ὅτι, τὸ γένος καὶ τὸ εἶδος, πρός τιἐστὶ καθάπερ εἰρήκαμεν. καὶ γὰρ τὸ εἶδος, γένους ἐστὶν εἶδος. καὶ τὸ γένος, εἴδους ἐστὶ γένος. καὶδια τοῦτο εἰκότως ἐμνήσθη τοῦ εἴδους ἅμα τῶ γένει. ἐν γὰρ τῆ τῶν πρός τι διδασκαλία,ἀνάγκη πάντα τὸν περὶ θατέρου τούτων διδάσκοντα καθὸ πρός τι ἐστὶ, καὶ τοῦ λοιπουμνησθῆναι. κανόνι δὲ ἐνταῦθα ἀριστοτελικῶ κέχρηται πορφύριός. ἔστι δὲ κανὼν οὗ-τὸς. Δεῖ τὸν μέλοντα ποιήσασθαι διδασκαλίαν περί τινος ὁμωνύμου, τοῦτεστιν εἰὑπὸ τῶ αὐτῶ ὀνόματι πολλὰ σημαίνεται, διελεῖν πρῶτον τὰ ὑπὸ τοῦ ὀνόματος πολλὰσημαινόμενα. εἶθ οὕτως εἰπεῖν περὶ ποιου τῶν σημαινομένων τὴν διδασκαλίαν ποιεῖ-ται. γὰρ ὁμωνυμία, εἴωθεν ἀσάφειαν καὶ πλάνην γεννᾶν. τοῦ μὲν διδάσκοντος, ἐπὶ ἀλ-λου σημαινομένου τὸ ὄνομα τοῦτο διδάσκοντος καὶ λαμβάνοντος. τοῦ δὲ διδασκομένου,ἐπ' ἄλλου. οἷον, εἴτις περὶ τ τοῦ ἀστρώου κυνὸς διδάσκειν βουλόμενος εἴποι κύων καύματα.ποιεῖ, διακρίνει τοὺς καρπους, μὴ πρότερον εἰπὼν περὶ ποίου κυνὸς ποιεῖται τὸν λό-γον, πλάνην ἐμποιήσει τῶ ἀκροατῆ. δεῖ οὖν πρότερον ἀπαριθμήσασθαι τὰ σημαινό-μενα τοῦ κυνός. καὶ γὰρ μὲν, ἀστρῶος ἐστιν. δὲ, χερσαῖος. δὲ, θαλάττιος. τὴν δὲ φιλέσο-φον εἰπεῖν, ὅτι περὶ τ τοῦ ἀστρώου ποιοῦμαι τὸν λόγον. τοῦτο οὖν φιλοσόφως ποιῶνπορφύριος, ἀπαριθμεῖται τὰ σημαινόμενα τοῦ γένους, καὶ δηλοῖ περὶ ποίου αὐτῶν λό-γος. Τὸ ἔοικεν, οὐχ ὡς ἐν διάζων λέγει, ἀλλ' ἂτο φαίνεται. τὸ δὲ ἁπλῶς, τετραχῶς λέ-γεται. σνταν γὰρ τὸ καθόλου, ὥσφασιν οἱ ῥήτορες. καὶ ἁπλῶς εἰπεῖν, τ τοῦ καθόλου εἰπεῖν.καὶ τὸ κυρίως. ὡς ὅταν εἴπη ἀριστοτέλης, ἁπλῶς γένεσις, τοῦτέστιν κυρία. καὶ τὸ μα-τὴν, καὶ ἀνευτινὸς λόγου, ὡς τὸ ἁπλῶς αὐτὸν τύπτει. στι δὲ καὶ τὸ μοναχῶς. ὡς ὅταν εἴπωμεν, ἁπλοῦς ὁμῦθος τῆς ἀληθείας ἔφυ. νῦν δὲ, τἅτοῦ μοναχῶςκεῖται. λέγει γὰρ ὅτι φαίνεται,ἡμήτε τὸ εἶδος, μήτε τὸ γένος, μήτε τὰ λοιπὰ μοναχῶς λεγόμενα. Τένος γὰρ λέγεταικαὶ τινῶν ἐχόντων πῶς πρὸς ἕντι καὶ πρὸς ἀλλήλοὺς ἄθροισις. Πρῶτον σημαινόμενον φη-σὶ τοῦ γένους. τοῦτο δέ ἐστι, καθὸ δύο σχέσεις λαμβάνει. πλῆθος πρὸςπλῆθος. καὶ πλῆθοςπρὸς ἕνα. οἷον τῶν ἡρακλειδῶν πρὸς ἡρακλέα, καθὸ ἐξ ἐκείνου λέγονταιἔχειν τὸ γένος. καὶαὐτῶν τούτων πρὸς ἀλλήλους. καθ' ἀλλήλοις λέγονται θεῖοι, καὶ ἀνέψιοι. ὅπω σοῦν ἄλλως. τὸδὲ πῶς, καλῶς προσέθηκεν. ἄλλη γὰρ ἄλλω ἔσται σχέσις τοῦ ὑπὸ τὸ αὐτὸ γένος ὄντων. γὰρ θεῖοιεἰσὶν ἄλλοι ἄλλων, τέκνα, ἀδελφοὶ, ἄλλότι τῶν τοιούτου γένους συμπληρωματικῶν.