ποιεῖ. ἄλλως τε καὶ οὕτως ἐστὶ περὶ αὐτῶν φυσικῶς ζητεῖν. ἄρα ἐστὶ ταῦτα ἐν τοῖς πολλοῖς,τὸ ἁπλῶς ζῶον ἐν πᾶσι τοῖς καθέκαστα, καὶ ὁ ἁπλῶς ἄνθρωπος, ἢ οὔ. καὶ τίς κοινη οὐ-σία ἐν πᾶσι τοῖς καθέκαστα θεωρουμένη. ἀλλὰ πᾶν εἴτι θεωρεῖται ἐν τοῖς καθέκαστα, ἄτομόν ἐστιν. ἔστι δὲ καὶ λογικῶς περὶ τούτων, τοῦτέστιν ἀποφαντικῶς καὶ πρεπόντως τῆ λο-γικῆ θεωρία ζητεῖν, τίνα μὲν τούτων τίσιν ὑπόκειται, τίνα δὲ τούτων τίνων κατηγορεῖ-ται, ὅτι κατηγορεῖται τὰ γένη τῶν διαφορῶν καὶ τῶν εἰδῶν. οὐ μὴν ἔμπάλιν. εἰρήκαμενγὰρ ὅτι τάξιν τινὰ ἀποσώζουσιν εἰς ἄλληλα, τὸ γένος, καὶ ἡ διαφορὰ, καὶ τὸ εἶδος. καὶ ὅτι προτεύει μὲν τὸ γένος. δευτέραν δὲ τάξιν ἔχει τὸ εἶδος. μέσην δὲ ἡ διαφορά. καὶ δεῖ τὰ μὲν άνωτῶν ὑποκάτω κατηγορεῖσθαι. οὐ γὰρ τὰ ὑποκάτω τῶων ἐπάνω. οἷον, ἐὰν εἴπωμεν πᾶς ἄνθρωπος ζῶον, ἀληθεύομεν. ἂν δὲ ἀντιστρέψωμεν καὶ εἴπωμεν πᾶν ζῶον ἄνθρωπος, ψευδόμεθα. καὶ πάλιν, ἐὰν εἴπωμεν πᾶς ἵππος ἄλογον, ἀληθεύομεν. ἐὰν δὲ ἀναστρέψαντες εἴπωμεν πᾶν ἄλογον ἵππος, ψευδόμεθα. οὐ γάρ ἐστι τὸ τυχὸν ποιῆσαι ὑποκείμενον. οὐ γάρ ἐστιτὸ ζῶον εἰπεῖν, ἄνθρωπος ἐστὶν ὡς ἤδη εἴρηται. δεῖ οὖν εἰπεῖν ποῖα χρὴ ποιεῖν ὑποκείμε-να, ποῖα δὲ κατηγορούμενα, ἀ καὶ διδάξει ὁ φιλόσοφος. καὶ διὰ τοῦτο εἴπε λογικώτερον,ἄν πρεπόντως τῆ λογικῆ πραγματεία. Τὸ δ' ὅπως περὶ αὐτῶν τε καὶ τῶν προκειμένων,λογικώτερον οἱ παλαιοὶ διέλαβον. λογικώτερον μὲν λέγεται κυρία διαλαβεῖν, τὸ τὰ συμ-βεβηκότα ζητεῖν τῶν πραγμάτων. φυσικῶς δὲ, τὸ τὰς οὐσίας ζητεῖν. θεολογικῶς δέ ἐστι ζη-τεῖν, τὸ ὅθεν ἡλθεν ἄπάντα, καὶ τὴν ἀρχὴν τῆς συστάσεως ἑκάστου. ἐπεὶ οὖν ἐστι φυ-σικῶς διαλαβεῖν ὡς ἀρτίως εἰρήκαμεν περὶ γενῶν καὶ εἰδῶν, καὶ τῶν λοιπῶν. ὡς ὅταν περὶτῶν ἐν τοῖς αἰσθητοῖς ζητῶμεν, ὡς καὶ ἀριστοτέλης διέλαβε περὶ αὐτῶν. καὶ θεολογικῶς δὲ,ὡς ὅταν περὶ τῶν ἐν τῶ δημιουργῶζητῶμεν, ὥσπερ ὁ πλάτων ἐν τῶ παρμενίδη διέλαβεν.ἔστι δὲ λογικώτερον διαλαβεῖν περὶ αὐτῶν, ἐπειδὴ ἐν τῆ λογικῆ πραγματεία δεόμεθα τῶν.ἀποφαντικῶν λόγων. ἐν δὲ τοῖς ἀποφαντικοῖς λόγοις, τὰ μὲν, ὑπόκειται. τὰ δὲ, κατηγορεῖται. τὸ δὲ ὑποκείμενον καὶ κατηγορούμενον, ἢ γένος ἐστὶν, ἢ εἶδος, ἢ διαφορᾶ, ἢ διον, ἢ συμβε-βηκός. τὸ δὲ ὅπως περὶ αὐτῶν, τἂτοῦ περὶ τῶν γενῶν καὶ τῶν εἰδῶν. καὶ γὰρ προσεχῶς περὶ αὐτῶνἐποιεῖτο τὸν λόγον. προσθεὶς δὲ καὶ τὸ περὶ τῶν προκειμένων, ἐσήμηνε καὶ τὰ λοιπὰ τρία. τὴνδιαφορᾶν φημὶ, καὶ τὸ ἶδιον, καὶ τὸ συμβεβηκός. ἢ τὸ ἀνάπαλιν δεῖ λέγειν. ὅτι εἰρηκὼς μὲντὸ ὅπως περὶ αὐτῶν, ἐδήλωσε τὸ γένος, καὶ τὴν διαφορᾶν, καὶ τὸ εἶδος. εἰρηκὼς δὲ πάλιν τῶνπροκειμένων, ἐδήλωσε τὰ περὶ τῶν ἄλλων δύο. τοῦτε ἰδίου, καὶ τοῦ συμβεβηκότος. καὶτούτων μαλιστα οἱ ἐκ τοῦ περιπάτου, νῦνσοι πειράσομαι δεικνύναι. Ο φιλόσοφος πορφύριος, οὐκ εἰς ἑαυτὸν ἀνάγει τὴν εύρεσιν καὶ τὴν διδασκαλίαν, ἄλλὰ φησὶν ὅτι τῶν πάλαιδιαλαβόντων λογικῶς περὶ αὐτῶν, οἱ περιπατητικοὶ μάλιστα τὰ περὶ τούτων ἐξηκρι-βώσαντο. τὸ δὲ τῶν περιπατητικῶν ὄνομα, ἐκ τοιαύτης γέγονεν αἰτίας. φασὶν ὅτι ὁ θεῖοςπλάτων ἐν ἀκαδημία βαδίζων, ἐποιεῖ τὸ τὰς πρὸς τοὺς ἑταίρους σύνουσιας, διὰ τὸ, τὴὶσῶμα ἐπιτήδειον ποιεῖν διὰ τοῦ γυμνασίων πρὸς ἔλαμψιν τῆς ψυχῆς. ὡς γὰρ ἄν ἔχοι τὸὄργανον, οὕτω καὶ ἡ ἐνέργεια τοῦ τεχνήτου διαφαίνεται. καὶ τούτου χαριν ἐλεγον τὸ περι-πατητικοὶ. μετὰ γοῦν τὴν τοῦ πλάτωνος τε λευτην, διεδέξαντο τὴν διατριβὴν, ὅ, τε
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten