ἔχουσιν, ὡς ἐπὶ τοῦ ὕστερον ἐλθόντος, καὶ θεασαμένου τὰ κηρία, ἄνεμαξάμεθα αὐτὸ ἐν τῆδιανοία. καὶ λέγεται τοῦτο ἐπὶ τοῖς πολλοῖς. ἤγουν μετὰ τὰ πολλὰ, καὶ ὑστερογενές. εἰσὶ δὲ τὰτοιαῦτα σώματος μὲν χωριστά. οὐ γὰρ ἐν σώματι ὑφέστηκεν, ἀλλ' ἐν ψυχῆ. οὐκ ἄλλως δὲ ἀχώριστα. οὐδὲ γὰρ αὐτὰ καθ' ἑαυτὰ χωρίζεσθαι δύναται οἷα τὰ πρὸ τοῦ πολλῶν εἴδη ὑπο τίθεταιὁ πλάτων. οὐδὲ γὰρ ἁπλῶς νοήσεις αὐτὰ εἶναι τοῦ δημιουργοῦ βούλεται, ἀλλὰ πάντωςοὐσίας τίνὰς νοητας, πρὸς ἃς ἀφορῶντα τὸν δημιουργὸν ὡς πρὸς ἀρχετύπους εἰκό-νας τὰ τῆδε ποιεῖν. τοῦτο οὖν φη ζητεῖν εἴτε ἀσώματα ὄντα χωριστά εἰσι τῆς ὕλης, ὡςτὰ παρὰ τῶ δημιουργῶ. ἢ ἀχώριστα, ὡς τὰ ἐν τοῖς πολλοῖς. ἢ μετὰ τὰ αἰσθητὰ, τοῦ-τέστι, τὰ ἐπὶ τοῖς πολλοῖς. ταῦτα δὲ πάντα παραιτεῖται λέγειν. Ιστέον δὲ ὅτι περὶ ταῦταδοκοῦσιν ἀριστοτέλης καὶ πλάτων διαφωνεῖν. ὁ μὲν γὰρ ἀριστοτέλης, ἀχώριστα αὐτὰ τῆςὕλης εἶναι φη. ὁ δὲ πλάτων, χωριστά. εἴτε δὲ διαφωνοῦσι πρᾶς αὐτοὺς οἱ φιλόσοφοι, εἴτεμή. δοκεῖ γὰρ τούτοις ὁ ἀριστοτέλης ὡς φυσικοῖς κεχρῆσθαι, οὐτοῦ παρόντος καιροῦ ἐπι-σκοπεῖν. Τὸ δὲ ὅπως περὶ αὐτῶν. πόσχεσις ἦν τῶ φιλοσόφω χρήσιμὸν ποιῆσαι τοῦ-τὸ τὸ βιβλίον καὶ εἰς τὰς ἀριστοτέλους κατηγορίας, αἵτινες ὁδοί εἰσι καὶ προαύλια εἰς πά-σαν τὴν τῶν φιλοσόφων λογικὴν θεωρίαν. Τοῦ δὲ λόγου, πολλά εἰσιμέρη. ἀπὸ φαντικὸν.εὐκτικόν. κλητικὸν. προστακτικὸν. πυσματικὸν. καὶ ἄλλα δέ ἐστιν, εἰ κατὰ λεπτὸν σκοπή-σωμεν. ἀλλ' ἐν τῆ λογικὴ πραγματεία οὐ περὶ πάντων διαλέγεται, ἀλλὰ περὶ μόνου τοῦ ἀπο-φαντικοῦ. οὗτος γάρ ἐστιν ὁ τῆς γνωστικῆς ψυχῆς ἄγγελος. οἱ γὰρ ἄλλοι, τῆς ὀρεκτικῆς ψυ-χῆς ὑπάρχουσιν. ὁ γὰρ εὐχόμενος, ὀρεγόμενος τινος εύχεται. καὶ ὁ προσαγορεύων τινα, ὀρεγό-μενος τινος προσαγόπεύει. ὁμοίως δὲ πράττει καὶ ὁ προσφων ῶν τινί. μόνος δὲ ὁ ἀποφάν-τικὸς λόγος περιέχει τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος. οἱ γὰρ ἄλλοι, οὔτε ἀληθεύουσιν, οὔτε ψεύδονται. ὁμοίως δὲ καὶ εἰ εύχεται ἢ προσαγορεύει. ὁ δὲ ἀποφαντικὸς λόγος, ἢ ἀληθεύει, ἢψεύδεται. οἷον, ἀποφαίνεται περὶ τῆς ψυχῆς, ὅτι θνητὴ ὑπάρχει ἢ ἀθάνατος. καὶ πάντως ἢἀληθεύει, ἢ ψεύδεται. ἀπὸ φαντικὸς γὰρ λόγος ἐστὶν, ὁ ἄλλω ἄλλοτι ὡς ὑπάρχον ἡ μὴ ὑπάρχον ἀποφαινόμενος. περιέχει δὲ οὗτος ἐν ἑαυτῶ δύο τινά. τό, τε κατηγορούμενον, καὶ τὸ ὑποκείμενον.α ὅτι ὑποκείμενον λέγεται, τὸἶνα δὲ σαφὴς γένηται ὁ λόγας ἡμῖν, εἴπωμεν οὕτω. δεῖ εἰπερὶ οὗ ὁ λόγος. κατηγορούμενον δὲ, τὸ περὶ ἐκείνου λεγόμενον. οἷον, ἄνθρωπος ζῶον ἐστιν. ὑπο-κειται μὲν ὁ ἄνθρωπος, κατηγορεῖται δὲ τὸ ζῶον. ὁμοίως δὲ καὶ περὶ ψυχῆς, ὅτι ἀθάνατόςἐστί. περὶ τίνος δὲ νῦν διαλέγομαι, ἢ δῆλον ὅτι περὶ ψυχῆς. καὶ ὑπόκειται μὲν ἡ ψυχὴ, κατηγο-ρεῖται δὲ αὐτῆς τὸ ἀθάνατον. ὥςτε οὖν καλῶς εἴρηται, ὅτι ὁ ἀπὸ φαντικὸς λόγος καὶ ὑπό-μνον ἔχει καὶ κατηγορούμενον. δυνατὸν μὲν οὖν περὶ γενῶν τε καὶ εἰδῶν. καὶ θεολογικῶς μὲνδια λέγεσθαι, ὁ πόταν ζητῶ μέν ὅτι ἄρα ὁ θεὸς ἔχει παρ' ἑαυτῶ τῶν γενῶν τε καὶ εἰδῶν τὸἐκ τύπωμα, ἢ οὐκ ἔχει. ἄρα ἀληθής ἐστιν ἡ πλάτωνος δόξα, ὅτι εἰσιν αἱ ἰδεαινοηταὶκαθ' ἑαυτὰς ὑφεστῶσαι, ἃς καὶ ὄντως οὐσίας καὶ πρώτως οὐσίας καλεῖ, ἢ οὔ, ὡς καὶ ἀριστο-τελει δοκεῖ. φυσικῶς δὲ ὅταν ἐπισκόπῶμεν, ἄραγε ἡ φύσις ἐν ἑαυτῆ ἔχει τοὺς λόγους τῶνεἰδῶν τὲ καὶ τῶν γενῶν, ἢ οὐκ ἔχει. οὐδὲ γὰρ ὥσπερηχιὼν ἀλόγως ψύχει, ἢ ὥσπερ καὶ τὸ πῦικαίει, οὕτω καὶ ἡ φύσις ποιεῖ, ἀλλὰ δηλον ὅτι λογισμῶ τινὶ πάντα εἰ καὶ μὴ γινώσκουσα ἀ
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten