γω εἰς μείζονα εύρεσιν ἑαυτὸν ἀνενεγκεῖν. τῶν οὖν ὑφεστηκότων τὰ μὲν, σώματά ἐστι. τὰδὲ, ἀσώματα. ὅλως δὲ τῶν παλαιῶν οἱ μὲν, ἐλεγον εἶναι ταῦτα. οἱ δὲ, οὐκ εἶναι. τῶν δὲ λεγον-των εἶναι, οἱ μὲν, ἐλεγον εἶναι σώματα. οἱ δὲ, ἀσώματα. καὶ οἱ μὲν λέγοντες σώματα εἶναι,πάντες ἐπὶ τῆς αὐτῆς δόξης ἔμείναν. τῶν δὲ λεγόντων εἶναι ἀσώματα, ἐπειδὴ τῶν ἀσω-μάτων ὡς ἤδη διήρηται, τὰ μὲν, καθ' ἑαυτὰ ὑφέστηκεν, ὡς ἄγγελος. θεός. τὰ δὲ, ἐν ἑτέ-ροις, ὡς ἡ λευκότης, καὶ τὰ σχήματα. ταῦτα οὖν οἱ μὲν, καθ' ἑαυτὰ. οἱ δὲ, ἐν τοῖς αἰσθη-τοῖς ὑφεστάναι ἐλεγον. πάλιν δὲ, ἐπειδὴ τὰ ἐν τοῖς αἰσθητοῖς ὑφεστῶτα ἀσώματα, ἢ διό-λου εἰσὶν, ὡς ἡ ἐν τῶ ψιμμιθίω λευκότης. ἢ κατὰ τὴν ἐπιφάνειαν ἐστὶν, ὡς τὸ σφαιροειδὲςσχῆμα. οἱ μὲν, αὐτὰ διόλου ἐλεγον εἶναι. οἱ δὲ, κατὰ τὴν ἐπιφάνειαν. ἕτεροι δὲ πάλιν περὶ τὰὑφεστῶτα ἐλεγον αὐτὰ ὑφέστάναι. τί δέ ἐστι περὶ τὰ ὑφεστῶτα. οἷον, ὡς ὅ, τε τόπος. οὗ-τος γὰρ περιέχει τὰ αἰσθητά. καὶ ὁ χρόνος. τοσούτων οὖν οὐσῶν αἱρέσεων περὶ τοῦ εἶναιταῦτα καὶ μὴ εἶναι, δυνατὸν ἦν ζητεῖν περὶ γενῶντε καὶ εἰδῶν, εἴτε εἰσιν, εἴτε ἐν ψιλῆ ἐπινοία κεῖνται. οὕτω γὰρ ὁ ἀντισθένης ὡετο. καὶ εὑρῶν δὲ αὐτὰ ὑφεστηκότα, ἠδύνατο πάλιν.ζητεῖν, εἴτε ἀσώματά ἐστιν, εἴτε σώματα. γέγονασι γὰρ ἑκατέρου τῆς διαιρέσεως τμήμα-τος προστάται. πάλιν δὲ εὗρων αὐτὰ εἰτυχὴ ἀσώματα, ζητεῖν ἠδύνατο εἰ ἀχώριστά ἐστι τῆςὕλης καὶ ἐν τοῖς πολλοῖς, ἢ τούτων κεχώρισται. ἵνα δὲ σαφὲς ἡ τὸ λεγόμενον, δι ὑποδείγματοςδιέξέλθωμεν τῶ λόγω. οὐδὲ γὰρ ἁπλῶς οὕτω καὶ ὡς ἔτυχεν, οἱ μὲν, σώματὰ αὐτὰ λέ-γουσιν, οἱ δὲ, ἀσώματα, ἀλλὰ μετὰ λογισμοῦ τινός. οὐδὲ ἐναντιοῦνται ἀλλήλοις. εἰκότωςγὰρ ἕκαστοι λέγουσιν. ἐννοείσθω τοίνυν δακτύλιός τις ἐκ τύπωμα ἔχων, εἰ τύχοι ἀχιλ-λέως, καὶ κηρία πολλὰ παρακείμενα. ὁ δὲ δακτύλιος, σφραγιζέτω τοὺς κήρους πάντας.ὕστερον δέ τις εἰσελθὼν καὶ θεασάμενος τὰ κηρία, ἐπιστήσας ὅτι πάντα ἐξ ἑνός εἰσιν ἐκ τυπωματος, ἐχέτω παρ' αὐτῶ τὸ ἐκ τύπωμα τῆ διανοία. ἡ τοίνυν σφραγὶς ἡ ἐν τῶ δά-κτυλίω, λέγεται πρὸ τῶν πολλῶν εἶναι. ἡ δὲ ἐν τοῖς κηρίοις, ἐν τοῖς πολλοῖς. ἡ δὲ ἐν τῆδιανοία τοῦ ἀπομαξαμένου, ἐπὶ τοῖς πολλοῖς, καὶ ὑστερογενής. τοῦτο οὖν ἐννοείσθω καὶ ἐπὶ τῶνγενῶν καὶ εἰδῶν. ὁ γὰρ δημιουργὸς ποιῶν πάντα, ἔχει παρ' ἑαυτῶ τὰ πάντων παραδείγματα.οἷον, ποιῶν ἄνθρωπον, ἔχει τὸ εἶδος παρ' ἑαυτῶ τοῦ ἀνθρώπου, πρὸς ὁ ἀφορῶν πάνταςποιεῖ. εἰ δέ τις ἐνσταίη λέγων, ὡς οὐκ εἰσὶ παρὰ τῶ δημιουγῶ τὰ εἴδη, ἀκούέτω ταῦτα.ὡς ὁδημίουργὸς δημίουργεῖ, ἢ εἰδὼς τὰ ὑπ' αὐτοῦ δημιουργουμενα, ἢ οὐκ εἰδῶς. ἀλλ'εἰ μὲν μὴ εἰδὼς, οὐκ ἄνδημιουργήσει. τίς γὰρ μέλλων ποιήσειν τί, ἀγνοεῖ ὁ μέλει ποιεῖν. οὐγὰρ ὡς ἡ φύσις ἀλόγω δυνάμει ποιεῖ. ὅθεν καὶ ποιεῖ ἡ φύσις, οὐκ ἐφιστάνουσα γνωστικῶς τῶγινομένω. εἰ δέ τι καθ' ἕξιν λογικὴν ποιεῖ, οἱ δέπου πάντως τὸ γινόμενον ὑπ' αὐτοῦ. εἰ τοί-νοῦν μὴ χειρον ἢ κατὰ ἄνθρωπον ὁ θεὸς ποιεῖ, οἶδε τὸ ὑπ' αὐτοῦ γινόμενον. εἰ δὲ οἶδεν ὁποιεῖ,αὐτόθι δῆλον, ὡς ἔστιν ἐν τῶ δημιουργῶ τὰ εἴδη. ἔστι δὲ τὸ εἶδος ἐν τῶ δημιουργῶ, ὡς ὁἐν τῶ δακτυλίωτυπος. καὶ λέγεται τοῦτο τὸ εἶδος πρὸ τῶν πολλῶν, καὶ χωριστὸν τῆςὕλης. ἔστι δὲ τὸ εἶδος τοῦ ἀνθρώπου καὶ ἐν τοῖς καθ' ἕκαστον ἀνθρώποις, ὡς τὰ ἐν τοῖς κηροῖς ἐκ τοῦ ὑπώματα. καὶ λέγεται τὰ τοιαῦτα ἐν τοῖς πολλοῖς εἶναι, καὶ ἀχώριστα τῆς ὕλης.θεασάμενοι δὲ τοὺς κατὰ μέρος ἀνθρώπους, ὅτι πάντες τὸ αὐτὸ εἶδος τοῦ ἀνθρώπου
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten