καὶ ταῦτα εἰς ὀστὰ καὶ σαρκὰς καὶ νεῦρα. καὶ τὰ τοιαῦτα εἰς τέσσαρα στοιχεια. καὶ ταῦτα εἰς ὕληνκαὶ εἶδος. χρώμεθα δὲ τῆ ἀναλυτικῆ καὶ ἐπὶ συλλογισμῶν, ἀναλύοντες αὐτοὺς εἰς προτάσεις. καὶ ταύτας εἰς ὅρους, ὡς ἐν τοῖς ἀναλυτικοῖς διδάσκει. πρώτη μὲν οὖν πάσων,ἡ διαιρετική. δευτέρα δὲ, ἡ ὁριστική. τρίτη δὲ, ἡ ἀποδεικτική. καὶ τε τάρτη, ἡ ἀναλυτική.τῶν δὲ τριῶν μόνων ἐμνημόνευσε, διό τι τὸ βιβλίον εἰς ταῦτα ἐστὶ χρήσιμον. διδάσκει γὰρπερὶ γενῶν καὶ διαφορῶν. ὁ μὲν γὰρ διαιρετικὸς, διαιρεῖ ευτάκτως τὰ γένη εἰς εἴδη, διὰτῶν οἰκείων διαφορῶν. ὁ δὲ ὁριστικὸς, ὁρίζεται ἐκ γένους καὶ διαφορᾶς. ὁ δὲ ἀποδεικτικὸς,τας ἀποδείξεις ποιεῖται ἐκ τῶν ὁρισμῶν. οἱ δὲ ὁρισμοὶ ὡς εἴρηται, ἐκ γένους καὶ διαφο-ρῶν. ἄλλως τε, διὰ τὸ τὰς τρεῖς ἀλλήλων δεῖσθαι. τῆς μὲν γὰρ διαιρετικῆς, χρήζει ἡ ὁριστι-κή. ἡ δὲ ἀποδεικτικὴ, ἀμφοτέρων, εἴγεο ἀποδεικνύων τοὺς ὁρισμοὺς τῶν πραγμάτων λαμ-βάνει, διὰ τὸ γνῶναι τὴν οὐσίαν τοῦ πράγματος. ἡ δὲ ὁριστικὴ, χρήζει τῆς διαιρετικῆς. ἡ δὲἀναλυτικὴ, οὐδεμιᾶς χρήζει. τῆ μὲν γὰρ διαιρετικὴ ἐναντίουται, καθὸ ἐκείνη μὲν ἐνλαμβάνουσα, πολλὰ ποιεῖ. ἡ δὲ ἀναλυτική, εἰς ἓν τελευτά. λαμβάνουσα γὰρ καὶἀναλύουσα, ἀναλύει τὸν ἀνθρωπον εἰς μόρια. καὶ ταῦτα, εἰς χυμους. καὶ τοὺς χυμοὺς, εἰςστοιχεια. καὶ ταῦτα, εἰς ὕλην καὶ εἶδος. τὰ γὰρ στοιχεια, ἐξ ὕλης καὶ εἴδους συγκειται. ἄλλωςτε.ὅτι ὁ μὲν διαιρετικὸς, πρόεισιν ἀπὸ τῶν ἁπλῶν ἐπὶ τὰ σύνθετα. ὁ δὲ ἀναλυτικὸς, ἀπὸτῶν συνθέτων ἐπὶ τὰ ἁπλούστερα. τῶ δὲ ὁριστικῶ ἐναντίουται, καθὸ οὗτος μὲν συνα-πτικός ἐστι τῆς οὐσίας. ἐκεῖνος δὲ, ἀναλυτικός. ἄλλως τε, εἰ τῶ διαιρετικῶ ἐναντίουται, οὗτίνος χωρίς ὁ ὁριστικὸς οὐ δύναται ὁρίσασθαι. δηλον ὅτι καὶ τῶ ὁριστικῶ, ἀλλὰ δὴ καὶ τῶ ἀπὸδεικτικῶ. εἰ γὰρ ἡ ἀπόδειξις χρήζει τῆς ὁριστικῆς καὶ διαιρετικῆς, καὶ ταταις δὲ ἐναντιοῦται ἡἀναλυτικὴ, τῆ ἀποδεικτικῆ ἄρα ἐναντιοῦται ἡ ἀναλυτική. καὶ δια τί ὁριστικῆς πρῶ-τὸν ἐμνημόνευσε, καὶ οὐ τῆς διαιρετικῆς. καὶ ταῦτα πρώτης ὑπαρχούσης. ἐπειδὴ προκεί-μενον ἣν αὐτῶ τῶν προτεθέντων τοὺς ὁρισμοὺς ἀποδοῦναι. διαφέρει δὲ ἡ σύνθεσις τῆςἀναλύσεως. κατὰ μὲν τὸ ὑποκείμενον, οὐδεν. ὥσπερ γὰρ τὸ ἄναντες πάντως ἐστὶ καὶ κάταν-τὲς, οὕτως ἡ ἀνάλυσις πάντως ἐστὶ καὶ σύνθεσις. κατὰ δὲ τὴν σχέσιν, διαφέρει. ὅταν μὲν γὰρἀνωθεν καὶ ἐκ τῶν πρώτων ἀρχῶν πρόεισιν ἐπὶ τὰ ἔσχατα, σύνθεσις ἐστὶν. ὅταν δὲ ἐκτῶν ἐσχάτων ἐπὶ τὰς πρώτας ἀρχὰς ἀναβαίνει, ἀνάλυσις. καὶ ὅτι μὲν ἡ σύνθεσις, πρὸς τὸσύνθετον τελευτα. ἡ δὲ ἀνάλυσις, πρὸς τὸ ἁπλοῦν. ὁ γὰρ ἀναλύων, συνθετόντι ἀνα-λύει. εἴγε μὴ μέλοι τα λαιπωρεῖν καὶ ἀδύνατα μοχθεῖν, ἁπλοῦν ἀνάλύσαι σπεύδὼν. τὸδὲ σύνθετον, ἐκ πλειόνων ἁπλῶν συγκειται. οὐκοῦν ὁ ἀνάλύων, εἰς πλείονα ἀναλύει.ψεύδος ἦν ἄρα τὸ τὸν ἀναλύοντα εἰς ἐν ἁπλοῦν ἀναλύειν τὸ σύνθετον. τοῦτο μὲνἐγγὺς ἦν ἀληθείας. πλην ἔστιν εἰπεῖν, ὅτι εἰς προσέχη μὲν πλείονα ἀνάλύυει. τὸ δὲ ἔσχα-τὸν, εἰς ἕν. δεῖ οὖν εἰδέναι ὡς σαφῶς εἰπεῖν, ὅτι τὸ ἁπλοῦν μὲν εἰς πολλὰ συντίθεται. εἰς οὐεἰς προσεχη πλείονα. εἰς τὸ ἄνωτά-δὲν δὲ ἀνάλύεται. τὸ δὲ ἔσχατον σύντεθέν, ἀναλύ-τον δὲ, ἔν. συντίθεται οὐκέτι. Αποροῦσι δέ τινες, διατί τὸν ὁρισμὸν ὕστερον ὄντα, τῆς διαιρε-σεως προέταξε. καὶ φαμέν. ὅτι πρῶτον μὲν ὡς ἐν ὑποκειμένω ἀδιαφορόν ἐστι τὸ ὁπωσουνσυντάττειν. ἔπειτα δὲ, καὶ ὡς πρὸς ἡμᾶς πρῶτον ἐστὶ τὰ σύνθετα τὰ διὰ τοῦ ρισμοῦ γνω-β δ
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten