Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

ἀπὸ τῶν γενικωτέρων. τούτων τὸ μέντοι, καλοῦμεν γένος. τὸ δὲ, διαφοράν. τὸ δὲ, εἶδος.ὥστε τὸ αὐτὸ, ἄλλως μὲν θεωρούμενον λέγεται γένος, εἶδος, διαφορά. καθ' διαφ-ἥρουσι τὰ κατὰ τὰς κατηγορίας. ἄλλως δὲ, τὸ μέντοι οὐσία. τὸ δὲ, συμβεβηκός. Είς τε τῆὁρισμῶν ἀπόδοσιν. καὶ ὅλως εἰς τὰ περὶ διαιρέσεως καὶ ἀποδείξεως χρησίμης οὔσης τῆς τούτων θεωρίας. χρὴ εἰδεναι ποῶτον, ὅτι ἄλλη ἐστὶν κατὰ ἀριστοτέλην διαλεκτικὴ, καὶ ἑτέρα κατὰπλάτωνα. μὲν γὰρ κατὰ ἀριστοτέλην διαλεκτικὴ, δόξαις ἕπεται πενταχῶς, ὡς ἐν τὸ πικοῖςδιέταξεν. δὲ κατὰ πλάτωνα, τετραχῶς γίνεται. κατὰ διαίρεσιν, καὶ ὁρισμὸν, καὶ ἀπόδειξιν, καὶἀνάλυσιν. τὸ οὖν χρήσιμον, εἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν, καὶ εἰς τὰ περὶ διαιρέσεωςκαὶ ἀποδείξεως. χρήσιμον ἔσται δηλονότι καὶ εἰς τὴν κατὰ πλάτωνα διαλεκτικήν. εἰ δὲ τοῦτο,δηλονότι καὶ πρὸς πᾶσαν φιλοσοφίαν. εἰσὶ δὲ ὡς εἴρηται, διαιρετική. ὁριστική. ἀποδεικτι-κὴ, καὶ ἀναλυτική. οὕτως οὖν ἐκ ληπτέον τὸν νοῦν τοῦ χωρίου, ὡσανεὶ ἐλέγεν πορφύρι-ος, ὅτι τοῦτο τὸ σύγγραμμα οὐ μόνον εἰς τὰ τῶν φιλοσόφων συμβάλλεται συγγράμματα,ἀλλ' εἰ καὶ μὴ ἡν συγγράμματα, εἰς αὐτὰς τὰς τῶν φιλοσόφων μεθόδους συμβάλλεται. δι' ὧνδύνανται εὑρεῖν οἱ φιλόσοφοι ἕκαστον τῶν πραγμάτων. τί δὲ ἑκάστου τούτων ἔργον, κατὰ τάξινεἴπωμεν. Διαιρετικῆς μὲν γὰρ ἐργον ἐστὶ, τὸ διαιρεῖν τὸ προτεθὲν γένος εὐτάκτως εἰς τὰςοἰκείας διαφοράς. οἷον τὸ ζῶον, εἰς λογικὸν καὶ ἄλογον. εἰς θνητὸν καὶ ἀθάνατον. καὶ μὴ λέγεινὅτι τοῦ ζώου, τὸ μέν ἐστιν ἄνθρωπος. τὸ δὲ, ἵππος. τὸ δὲ, ἄλλότι καὶ ἄλλο. ἐοίκασι γὰρ οὗτοιὡς θεῖος φησὶ πλάτων, τοῖς κακῶς τεμνοῦσι μαγείροις, καὶ μὴ κατ' ἄρθρα τὰ ὄψα.τούτέστιν, ἰδιώταις καὶ ἀμεθόδοις ἀνδράσιν. Οριστικῆς δὲ ἔργόν ἐστὶ, τὸ τοὺς ὁρισμοὺς οἰκεί-ως ἑκάστω τῶν πραγμάτων ἀποδιδόναι. οὗτος δὲ ἕπεται τῶ διαιρετικῶ πρώτω ὄντι, ἐπει-δὴ καὶ χρήζει αὐτοῦ. οἱ γὰρ ὁρισμοὶ, ἐκ γένους εἰσὶ καὶ συστατικῶν διαφορῶν. ἐκ τοῦ οὖν διαι-ρεθέντος ἤδη γένους, ὁριστικὸς ἐκ λέγεται τὰ χρήσιμα πρὸς τὸν ὁρισμόν. οἷον, διαιρεθέντὸς τοῦ ἐμψυχου, εἴς τε ζῶον καὶ φυτόν. καὶ τοῦ ζώου, εἰς λογικὸν καὶ ἀλογον. εἰς θνητὸν καὶἀθάνατον. ὁριστικὸς βουλόμενος τὸν ἄνθρωπον ὁρίσασθαι, ἐκ λέγεται τὸ ζῶον, καὶ τὸθνητὸν, καὶ τὸ λογικὸν. Αποδεικτικῆς δὲ ἔργον, τὸ τὴν ἀπόδειξιν τῶν πραγμάτων ποιεῖ-σθαι ἐξ αὐτῆς τῆς ἰδίας αὐτῶν οὐσίας. οὐ γὰρ ὥσπερ οἱ ῥήτορες ἐξ ἐν δόξων καὶ πιθανῶνπροσώπων τὰς πίστεις φέρουσι, τοιοῦτόν τι χρῆμα ἐστὶν ἀπόδειξις, ἀλλ' ὥσπερ πλά-των τὸν περὶ ἀθανασίας τῆς ψυχῆς λόγον ἀποδεῖξαι βουλόμενος, τῶ λόγω τῆς οὐσίαςαὐτῆς ἐχρήσατο, λέγων ὅτι ψυχῆ αὐτοκίνητος. τὸ αὐτοκίνητον, ἀεικίνητον. τὸ ἀεικινή-τον, ἀθάνατον. ψυχὴ ἄρα ἀθάνατος. οὕτω δεῖ καὶ τὸν ἀποδεῖξαι βουλόμενον, ποιεῖν. αἱγὰρ ὄντως ἀποδείξεις, ἐκ τῶν ὁρισμῶν γίνονται. οἱ γὰρ ὁρισμοὶ, δηλοῦσι τὴν φύσιν τοῦ πράγμα-τος. καὶ δεῖ τὰς ἀποδείξεις γίνεσθαι ἐκ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων, καὶ οὐκ ἐκ τῶνἔξωθεν παρεπομένων οὐκ ἀναγκαίως. ὥστε οὖν τρίτην τάξιν ἔχει ἀπόδειξις, εἴγε τῶ ὁριστικῶ κέχρηται. δὲ ὁριστικὸς, τῶ διαιρετικῶ. Αναλυτικῆς δὲ ἔργον ἐστὶ, τὸ τὰ σύνθεταἀναλύειν εἰς τὰ ἁπλᾶ, ἐξ ὧν σύγκεινται. οἷον, τὸν λόγον, εἰς ὀνόματα, καὶ ῥήματα. καὶταῦτα εἰς τὰς συλλαβάς. καὶ ταύτας εἰς τὰ στοιχεια. καὶ ταῦτα μὲν, οἱ γραμματικοί. οἱ δὲφυσικοὶ φιλόσοφοι, ἐπὶ τῶν πραγμάτων. οἷον, τὸν ἀνθρωπον, εἰς κεφαλὴν καὶ χειῖρας καὶ πόδας.