σεως. οἷον, ἵππος, καὶ βοῦς, καὶ τὰ ἄλλα ἄλονα ζῶα. ὥστε αὕτη μερικῶτέρα μέν ἐστι τῶνγενῶν. καθολικωτέρα δὲ τῶν εἰδῶν. οἷον, τὸ λογικὸν, καὶ τὸ θνητόν. τὸ γὰρ λογικὸν, μερικώ-τερον τοῦ ζώου. περιέχει γὰρ τὸ ζῶον τοῦτο, τὸ λογικὸν δηλον ότι καὶ τὸ ἄλογόν. καθολι-κώτερον δὲ τοῦ εἴδους. περιέχει γὰρ πολλὰ εἴδη τὸ λογικὸν. ἄγγελον γὰρ καὶ ἄνθρωπον.ἄλλως τε δὲ, μερικωτέρα ἐστὶ τοῦ γένους ἡ διαφορὰ, καθὸ ὑπὸ τὸ γένος πέπτωκε. καθολι-κωτέρα δὲ τοῦ εἴδους, καθὸ αὕτη δύο τινῶν ἐστι περιεκτικὴ, τοῦ λογικοῦ τε καὶ τοῦ ἀλόγου,ὴ πάντα τὰ ζῶα πέπτωκε. τὸ δὲ εἶδος, ἑνὸς μόνου ἐστὶ περιεκτικόν. οἷον, ἀνθρώ-που, ἢ ἵππου, ἢ ἄλλου τινός. τὸ δὲ ἰδιον, ἑνὶ μὲν εἴδει μόνω ὑπάρχει, καὶ παντί. οἷον, τοῦ ἀν-θρώπου ἰδιὸν λέγεται, τὸ γέλαστικὸν. αὐτῶ γὰρ μόνω ὑπάρχει, καὶ πάντι, καὶ ἀεί. συμβεβηκὸςδέ ἐστι, τὸ δυνάμενον δίχα, τινος βλάβης ἀπογενέσθαι, τοῦ ἐνω ἐστιν. οἷον, λευκόν. μέλαν.καθῆσθαι. ἑστάναι. Τούτων οὖν τὰ μὲν, συμπληρωτικά ἐστι τῆς οὐσίας τῶν πραγμάτων.τὰ δὲ, ἐπείσακτα. καὶ συμπληρωτικὰ μέν ἐστι τῆς οὐσίας, τὸ γένος, καὶ τὸ εἶδος, καὶ ἡ μέσητούτων διαφορά. ἄτινα οὐσιώδη καλεῖται. ταῦτα γὰρ συμπληρωτικά εἰσι παντὸς ζώου.ἕκαστον γὰρ τούτων τῶν τριῶν μετέχει. οἷον, σωκράτης. καθὸ μὲν γὰρ ζῶον, ἔχει τὸ γένος. καθὸδὲ λογικὸν θνητὸν, τὴν διαφοράν. καθὸ δὲ ἄνθρωπος, τὸ εἶδος. ὁμοίως δὲ καὶ πλάτων,καὶ ἀλκιβιάδης. τὰ δὲ ἄλλα δύο, ἐπουσιώδη καλεῖται καὶ ἐπείσακτα. τό, τε ἰδιὸν λέγω, καὶτὸ συμβεβηκός. διότι οὐδὲν εἰς τὸν τῆς οὐσίας τοῦ ὑποκειμένου συμβάλλεται λόγον. ὧντὸ μὲν ἰδιὸν, πλησιέστερον ὑπάρχει τῶν οὐσίωδῶν, ἐπειδὴ ἀεὶ ὑπάρχει τινί. τὸ δὲ συμβε-βηκὸς, πόρρω ὑπάρχει. ἐπειδὴ πῆ μὲν ὑπάρχει, πῆ δὲ οὐχ ὑπάρχει. ταῦτα δὲ χωριστὰ κα-λοῦνται, ἐπειδὴ κατ' ἐπίνοιαν χωριζόμενα, οὐδὲν λυμαίνονται τῆ οὐσία τοῦ ἀνθρώ-που. ἐπειδὴ εἰ τοῦτο ἦν, ἔδει τοὺς μελάνας μὴ εἶναι ἀνθρώπους, ὅπερ ἄτοπον. κἀν τῶγελᾶν δὲ τὴν δύναμιν ἀποβάλλωμεν, οὐδὲν ἡττον ἐς μὲν ἄνθρωποι, πάσας τὰς τῶνἀνθρώπων ἐνεργείας ἐνεργοῦντες. τοῦτων οὖν οὕτως ἐχόντων, ὅρα πῶς ὁ πορφύριοςκατὰ τάξιν προῆλθε. πρόεταξε μὲν γὰρ τὰ οὐσίώδη καὶ συμπληρωτικὰ τῆς οὐσίας.ὕστερον δὲ ἔταξε τὰ ἐπουσιώδη. καὶ πάλιν τῶν οὐσίωδῶν, προεταξε μὲν τὸ γένος ὡς καθὸλικώτερον. εἶτα τὴν διαφορᾶν, ὡς τούτου μερικωτέραν. εἶτα τὸ εἶδος, ὡς ταύτης μερικώτερον. τῶν δὲ ἐπουσιωδῶν, ἐπειδὴ τὸ ἴδιον πλησιέστερόν ἐστι τῆς οὐσίας, προέταξε μὲναὐτὸ, ὡς καὶ μᾶλον συγγενέστερον τοῖς εἰρημένοις. τὸ δὲ συμβεβηκὸς, τῆς ἐσχάτης τετύ-χηκετάξεως, ὡς μὴ κοινωνοῦν τοῖς εἰρημένοις. καὶ ὡς αὐτὸ μόνον γινόμεν ὄντε καὶ ἀπο-γινόμενον χωρίς τῆς τοῦ ὑποκειμένου φθοράς. Τητῆσαι δὲ ἄξιον, πῶς ἀντιδιαιρεῖται τῶ γένει καὶτῶ εἴδει τὸ συμβεβηκός. καίτοι καὶ αὐτὸ εἰς εἴδη καὶ γένη τε μνόμενον. λέγω τοίνυν ὡς ἄλλότιἐστὶ σκοπεῖν ἕκαστον καθ' ὁ ἔχει τὸ εἶναι, καὶ ἄλλο ὡς ἀνειληφὼς πρὸς ἕτερον σχέσιν. ἡ νίκαμὲν γὰρ αὐτὸ καθ' αὑτὸ ἕκαστον ὅ, τί ποτέ ἐστι σκοποῦμεν, φαμὲν τὸ μέντοι εἶναι, οὐσίαν.τὸ δὲ, ποσόν. τὸ δὲ, ποιόν. καὶ τὰ λοιπά. ὅταν δὲ ἀπίδωμεν εἰς τὰς μετὰ τὴν οὐσίαν κατηγορίας, ὡς οὐκ ἐφεστηκυίας καθ' ἑαυτὰς, ἀλλὰ δεομένας ἐκείνης πρὸς ὑπαρξιν, συμβε-βηκέναι αὐτὰς τῆ οὐσία φαμέν. πάλιν ἐν ἑκάστη τῶν κατηγοριῶν, ὅταν ἀποβλέψαν-τες ἴδωμεν, τὸ μέντοι καθολικώτερον. τὸ δὲ, εἰ δικώτερον. τὸ δὲ, ὧ τὰ εἰδικώτερα τέμνεταιβν
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten