λέγεται ἀναγκαῖον, καὶ τὸ δι' αὐτὸ μὲν φευκτὸν, δι' ἕτερον δὲ αἱρετόν. λέγεται ἀναγκαῖον, καὶ τὸδι' αὐτὸ αἱρετόν. λέγεται πάλιν ἀναγκαίον, καὶ τὸ δι' ἑαυτὸ μὲν οὔτε αἱρετὸν, οὔτε φευκτόν.δι' ἄλλο δὲ αἱρετὸν, ὥσ τινα τῶν φαρμάκῶν. καὶ τὸ δι' ἑαυτὸ καὶ δι' ἄλλο αἱρετόν. κατὰ τοῦτο οὖντὸ τελευταιον σημαινόμενον, τοῦ ἀναγκαίου ἐστὶ τὸ παρὸν συγγραμμα ἀναγκαῖον, διὰ τὸ διἑαυτὸ καὶ δι' ἄλλο ἀναγκαῖον εἶναι. Οντος ἀναγκαίου χρυσαοριε καὶ εἰς τὴν τῶν παρὰ ἀρι-στοτέλει κατηγοριῶν διδασκαλίαν, τοῦ γνῶναι τί γένος, καὶ τί διαφορά. τί τε εἶδος, καὶ τίἰδιον, καὶ τί συμβεβηκός. Ο γὰρ ἀριστοτέλης ἐν ταῖς κατηγορίαις περὶ γενικωτάτων φω-νῶν διαλέγεται. καὶ διαφοραῖς αὐτὰς χωρίζει καὶ ἰδίοις. εἰ οὖν ἐκεῖ περὶ γενῶν καὶ διαφορῶνκαὶ ἰδίων ὁ ἀριστοτέλης διαλέγεται, τὸ ἄρα γνῶναι τί ἐστι γένος, καὶ τί διαφορὰ, καὶ τί ἰδιον,καὶ τί εἶδος, χρήσιμον πρὸς εὐχερεστέραν ἐκείνων καταλήψιν. κέχρηται δὲ τῶ καὶ συν-δέσμω, ἐπεὶ οὐ μόνον εἰς τὰς κατηγορίας ἐστὶ χρήσιμον, ἀλλὰ καὶ εἰς ἅπερ ὑποκατιὼν αὐτὸςλέγει. Τινὲς δέφασιν αὐτὸν εἰρηκέναι καὶ εἰς τὰς ἀριστοτέλους κατηγορίας, ὡς καὶ εἰς τὰςἀρχύτου, χρησιμευούσης τῆς τούτων τῶν πέντε φωνῶν γνώσεως. καὶ γὰρ κ ἀκεῖνος ἔγρα-ψε κατηγορίας. ἄτοπον δὲ τοῦτο λέγειν αὐτοῦ τοῦ πορφυρίου καὶ τὰ λοιπὰ διασα-φησαντος, εἰς ἄ ἐστιν ἥτε τοῦ γένους καὶ τῆς διαφορᾶς καὶ ἡ τῶν λοιπῶν γνῶσις χρήσιμος. τὴνδὲ διαφορὰν προέταξε τοῦ εἴδους, ἐπεὶ φυσικῶς προτερεύει τοῦ εἴδους. διατὶ δὲ τὸ γένοςπροέταξε τῆς διαφορὰς ἐν τῆ διδασκαλία, τοῦτο ἐν τῶ οἰκείω τόπω ἀπελθόντες δεί-ξομεν. νῦν δὲ περὶ ὧν ὁ πορφύριος προτίθεται τὴν διδασκαλίαν ποιεῖσθαι, ταῦτα εἰσί.γένος. διαφορά. εἶδοα ἴδιον, καὶ συμβεβηκός. Αξιον δὲ ζητῆσαι ἐνταῦθα τὶ δὴποτεοὕτω κατὰ τάξιν ἔθηκε τας φωνὰς ὁ πορφύριος. οὐ γὰρ ἀνάγκην εἴχε τοῦτο ματην ποιῆσαι.ἀλλ' εἰ βουλόμεθα τοῦτο γνῶναι, μικρὸν ἄνωθεν ἀρξώμεθα. Ειδέναι δεῖ ὅτι ἔστι τινὰἐν τοῖς πράγμασι καὶ καθόλου καὶ μερικά. ἐπειδὴ γὰρ ἔμελλον τὰ μερικὰ φθείρεσθαι, καὶοἱ ἀπολύεσθαι, ἐπενόησεν ἡ φύσις γενικώτερόντι τούτων περιλαμβάνον πάντα καὶδιασῶζον τὴν ἑκάστου μορφήν. καὶ τοῦτο γένος, ἢ εἶδος καλεῖται. ἵνα δὲ μὴ ἀνόητοι αὐτῶνωμεν, καὶ τῆς τάξεως τὴν αἰτίαν μάθωμεν, εἴπωμεν ὡς ἐν παραδείγματι τί ἐστιν ἕκὰστον. σωκράτην μὲν οὖν καὶ πλάτωνα καὶ τοὺς κατὰ μέρος, καλοῦσιν οἱ φιλόσοφοι μερικὰ καὶἄτομα. ὁμοίως δὲ καὶ ξάνθον καὶ βαλίαν, καὶ τόνδε τὸν ἵππον. τὰ δὲ τῶν κατὰ μέρος περιε-κτικὰ, προσεχῶς καλοῦσιν εἴδη. οἷον, τὸν καθόλου ἀνθρωπον. περιέχει γὰρ τοὺς κατὰ μέροςὁ καθόλου. καὶ τάλλα ὁμοίως. τὰ δὲ τοῦ τούτων, πάλιν περιεκτικὰ καλοῦσι γένη. οἷον, τὸ ζῶον.περι έχει γὰρ καὶ ἄνθρωπον, καὶ ἵππον. μέσα δὲ τούτων εἰσὶν αἱ διαφοραί. διαφορὰ δέ ἐστινὡς αὐτὸς ὁ πορφύριος προιῶν ἐρεῖ, ἡ διενήνοχὲν ἕτερον ἑτέρου. κατὰ τοῦ το γὰρ ἡ διαφο-ρὰ τῶν πραγμάτων διαφαίνεται, ἐπεὶ κατὰ γένος οὐδεμια γίνεται διαφορὰ ἐκδηλος. οἷοντὸ ζῶον γένος ὑπάρχει, καὶ κατ' αὐτὸ οὐδὲν ἄλλο ἄλλου, διαφέρει. πάντα γὰρ ζῶα καλοῦνται,καὶ ἵππος, καὶ κύων, καὶ βοῦς, καὶ ἄνθρωπος. ἐὰν γὰρ εἴπω ὅτι τοῦ ζώου, τὸ μέν ἐστι λογι-κὸν, τὸ δὲ, ἄλογον, ὑποδιέλων ἐποίησα τὴν διαφορᾶν καθ' ἣν ἐφάνη διαφέρων ὁ ἄν-θρωπος ἵππου, καὶ βοὸς, καὶ τῶν λοιπῶν ἀλόγων. λογικὸν μὲν γὰρ λέγεται, τὸ μετὰ λόγουκαὶ κρίσεως τινὸς διάγον. οἷον, ἄνθρωπος. ἄγγελος. ἄλογον δὲ, τὸ χωρὶς λόγου καὶ κρί-
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten