Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

πλέον ὀνόματα, ὅα κατὰ πολλῶν κατηγορούμενα, καὶ ἐν πολλοῖς ἔχοντα ὑπόστασιν,ἕντι πρᾶγμα ἐστὶ καὶ ἰδίαν. ὑπόστασιν ἔχει αὐτὰ καθ' αὑτὰ θεωρούμενα, ὡς τὸ ζῶον. κατη-γορεῖται γὰρ καὶ κατὰ κυνὸς, καὶ κατὰ ἀνθρώπου. καὶ κατὰ ἵππου. καὶ ἔχει μὲν καὶ ἐν τούτοις ὑπόστα-σιν. καὶ οὐσίαν μέντοι ἰδίαν ἔχει αὐτὸ καθ' αὐτὸ νοούμενον. ὁριζόμεθα οὖν τὸ ζῶον, οὐσίανεἶναι αὐτὸ λέγοντες, αἰσθητικὴν ἔμψυχον. ἐπεὶ ὅσα μὴ ἔχει ὑπόστασιν ἰδίαν, ἄλλ' εἰσὶφωναὶ ὁμώνυμοι, ὡς κύων, καὶ αίας, καὶ ὅσα τοιαῦτα, οὐκ ἔστιν ἐπιπλέον. ψιλαὶγάρ εἰσι φωναὶ, καὶ οὐ πράγματα. τὸ δὲ ἐπιπλέον τινὸς εἶναι τί, δεῖ πρότερον αὐτὸ καθ'αὐτὸ εἶναι, εἶτα ἐπιπλέον ἑτέρων εἶναι. τὸ οὖν ὄν ἐπειδὴ οὐκ ἔχει ἰδίαν ὑπόστασιν, ἀλλ'ὀνόματος μόνου ἐστὶν ἐν τοῦύτοις κοινωνία, τῶ τε ἀναγκαίω, καὶ τῶ ἐνδεχομένω, καὶ τῶ ὑπὰρχοντι, οὐκ ἔστιν οὐδενὸς αὐτῶν ἐπιπλέον. φωνὴ γάρ ἐστι ψιλή. ἔπειτα δὲ εἰ ἐπιπλέονλέγουσιν εἶναι τὸ ὂν, ὡς γένος αὐτὸ πάντως ἄξιοῦσιν εἶναι ἐπιπλέον. τὸ δὲ γένος τε μνό-μενον κατὰ τὴν αὐτὸν χρόνον, τὰ εἴδη ποιεῖ ὑφεστάναι. καὶ πάντως οὐδενός. οὔτε προτέρεύοντος, οὔτε ὑστεροῦντος. ἀναγκὴ οὖν αὐτοὺς ὁμολογεῖν κατὰ τὸν αὐτὸν χρόνον γίνεσθαι τό, τεἀναγκαῖον, καὶ τὸ ἐνδεχόμενον, καὶ τὸ ὑπάρχον. ὅπερ ἄτοπον. τὸ μὲν γὰρ ἀναγκαῖον, τὸ ἀεὶ ἔχει.τὸ δὲ ἐνδέχομνος καὶ τὸ ὑπάρχον, τὸ ποτέ. οὐκ ἄρα γένος τὸ ὃν τῶν εἰρημένων. οὐδ' ἄρα ἐξἀνάγκης ἐπιπλέον. ἔστι γὰρ τὸ ὂν, φωνὴ ὁμώνυμος καὶ οὐ γένος. οὐδὲ φύσις τίς ἀφωρι-σμένη καὶ κεχωριςμένη ἑκάστω τῶν κατὰ μέρος ὑπάρχουσα, ὡς τὰ γένη ἐστιν. ἄλλως τε δὲ,ἅπαντα τὰ πράγματα, ἀπροσδιορίστως λέγομεν, μετὰ προσδιορισμοῦ. προσδιορι-σμοὶ δέ εἰσι, τέσσαρες. πᾶς. τίς. οὔπας. οὐδεῖς. καὶ φασὶν αὐτοὺς εἰρῆσθαι προσδιορισςμοὺς,διὰ τὸ ἐξ αὐτῶν ὁρίζειν τὸν διαλεγόμενον. εἴτε περὶ καθόλου ὁρίζεται τινὸς, εἴτε περι-μερικοῦ. ἐὰν μὲν γὰρ εἴπη πᾶς, καθόλου σνται. ἐὰν δὲ τίς, μερικόν. τούτων τοίνυν οὕτωςἔχόντων, ἐπειδὴ δέδεικται τοῖς φιλοσόφοις ἅπασιν, ὅτι τὸ ἀπροσδιορίστως τί λέγειν,ἰσο δυναμεῖ τῶ μετὰ προσδιορισμοῦ μερικῶ, τῶ τίς. τὸ γὰρ τίς ἄνθρωπος ἡλθεν, ταυτὸνἐστι τῶ ἀνθρωπος ἦλθεν. εἰ τν αῦθ' οὕτως ἔχει, καὶ πορφύριος ἄρα ἀπροσδιορίστως εἰρη-κως ὄντος ἀναγκαίου, καὶ μὴ προσθεὶς παντὸς, μερικὸν ἔλαβε τὸ ὂν, ὡσανεὶ ἔλεγε τί ὄνἀναγκαῖον ἐστι. μερικὸν δὲ ὂν, ἐπίσης ἐστὶ τῶ ἀναγκαίω, ὡς καὶ αὐτοὶ ὁμολογοῦσιν. ὥστε εἰ καὶμὴ φωνἡ ψιλὴ τὸ ὂν ἣν, ἀλλὰ πρᾶγμα ἰδίαν ὑπόστασιν ἔχον, ὡς τὸ ζῶον, οὐκ ἀκῶς κατηγόρησε τὸ ἀναγκαῖον τοῦ ὄντος, ἀπροςδιορίστως αὐτοῦ κατηγορήσας. ἔτι δὲ, ὅτε μὲν τὰπράγματα βουλόμεθα σημάναι, κατ' εὐθεῖαν πτῶσιν αὐτὰ σημαινομεν λέγοντες, ἀν-θρωπος. ἵππος. βοῦς. ὅτε δὲ μέρος τί τῶν πραγμάτων, περὶ τὰ πράγματα τί ὑπάρ-χον, διὰ τῆς γενικῆς σημαίνομεν. οἷον, ἐὰν εἴπωμεν τοῦ σωκράτους, τῶν μερῶν αὐτοῦ τίσημαίνομεν, ὡς τὴ ν χειρα τὴν κεφαλὴν, τῶν περὶ αὐτὸν τί. οἷον, τὸν οἰκον, τὸ βιβλί-ον. οὖν πορφύριος εἰ μὲν εἰρήκει τὸ ὂν ἀναγκαῖν ἐστὶ διὰ τῆς εὐθείας, τὸ πρᾶγμα αὐτὸ ἔμεκεσημάναι. καὶ οὕτως ἂν ἴσως ἔδοξε τὸ τοῦ ὅλου μέρος κατηγορεῖν. ἐπειδὴ δὲ ὄντος εἶπε διὰτῆς γενικῆς, ἀνάγκη δὴπου μέρος τοῦ πράγματος, τῶν περὶ τὸ πρᾶγματί δηλοῦν. μέ-ρους δέ τινος τῶν περὶ τὸ ὄν ἐπισης ἐστὶ τὸ ἀναγκαῖον, ὡς ἄνθρωπος ἐπίσης ἐστὶ τινὸς ζώου.καὶ ἡχεῖρ ἐπίσης ἐστὶ τινὸς τῶν τοῦ ἀνθρώπου. καὶ κατὰ τοῦτον οὖν τὸν λόγον, εἰ καὶ ἰδίαν ὑπο-