ἀλλὰ καὶ ἁπλῶς εἰπεῖν, εἰς πᾶσαν εὑρετικὴν μέθοδον φιλοσοφίας. καὶ τίνι κέχρηται τρό-πω διδασκαλίας, ὅτι σοφεῖ καὶ πρέπόντι εἰσαγομένων ἀκοαῖς. οὔτε γὰρ μείζονα κατὰ τοὺςεἰσαγομένους θεωρηματα διδάσκει, οὔτε εἰς μῆκος ἐκτείνει τὸ συγγραμμα, οὔτ' ἀσα-φεῖ τῆ λέξει κέχρηται, ἵἶνα διὰ τούτων προτρέψηται τοὺς νέους εἰς τὴν τοῦ βιβλίου ἐκλογήν. ὁ δὲ καὶ σύνδεσμος, σται, ἡμῖν ὡς οὐ μόνον εἰς τὴν τῶν κατηγοριῶν διδασκαλίανσυμβάλλεται τὸ βιβλίον, ἀλλὰ καὶ εἰς πᾶσαν φιλοσοφίαν. ἄλλως τε καὶ εἰς τὴν τῶν παρὰἀριστοτέλει κατηγοριῶν εἴπεν, ἐπειδὴ συμβάλλεται τὸ βιβλίον, οὐ μόνον εἰς τὴν διδασκα-λίαν τῶν παρὰ ἀριστοτέλει κατηγοριῶν, ἀλλὰ καὶ εἰς τὰς ἄλλας κατηγορίας. εἰδέναι δὲ χρὴ,ὅτι οἱ πολλοὶ τῶν ἀριστοτέλους ἑταιρων, κατὰ ζῆλον τοῦ διδασκάλου ἔγραψαν κα-τηγορίας. καὶ περὶ ἑρμηνείας. καὶ ἀναλυτικά. συμβάλλεται οὖν τὸ βιβλιον τοῦτο, οὐ μόνον εἰςτας ἀριστοτέλους κατηγορία, ἀλλὰ καὶ εἰς τὰς ἀρχύτου, καὶ εἰς πάσας τὰς τῶν φιλοσόφωνπραγματείας. ἀποροῦσι δέ τινες εὐθὺς ἐν ἀρχῆ, εἰς τὸ ὄντος ἀναγκαίου. ἄλογον μὲν, καὶοὐκ ἀκόλουθον ἀπορίαν. πλὴν καλῶς ἔχουσαν εἰρῆσθαι διὰ τὴν τῶν ἐπιλύσεων θεω-ρίαν, γλαφυρωτέραν καὶ ὥφέλιμον οὖσαν. ἀπορουσιν οὖν οὕτως. τοῦ ὄντος τὸ μὲν, ἐστὶνἀναγκαι. τὸ δὲ, ἐνδεχομενον. τὸ δὲ, ὑπάρχον. ἀναγκαῖον μὲν οὖν ἐστι, τὸ ἀεὶ ὡσαύτως ἔχον, καὶἐξ ἀνάγκης ὄν.οἷον, τοῦ ἡλίου ὑπρ γῆν ὄντος, ἡ μέρα ἐστὶν. ἐν δεχόμενον δὲ, τὸ δυνάμει ἔχοντὴν τῶν δύο ἀντικειμένων ὑπαρξιν. οἷον, τὴν τοῦ ἀναγνῶναι, καὶ τὴν τοῦ μὴ ἀναγνῶναι. οὔπωδὲἕτερον ὄν, ἀλλ' ἐν τῶ δυνάμει μόνον εἶναι θεωρουμενον. ὑπάρχον δέ ἐστι, τὸ εἰς ἐνέργειανπροαχθὲν, καὶ ἐνεστὸς ἐνδεχομενον. τούτων τοίνυν τὸ ὄν, οὐκ ἔστιν ἐπίσης. οὐ γὰρ ἄντιστρέ-φει κατὰ τὴν τοῦ, εἶναι ἀκολουθίαν, ὡς τὸ ἰδιον καὶ ὁ ὅρος, κατηγορούμενα ἀλλήλοις ἢ ὑπο-κείμενα. δύο γὰρ ταῦτα ἐξισάζει. τοῖς τε ὑποκειμένοις κατηγορούμενα, καὶ τοῖς κατηγορουμένοις ὑποκείμενα. τὸ, τε ἰδιον, καὶ ὁ ὅρος. ποῖον δέ ἐστι κατηγορούμενον, καὶ ποιονον ταὑποκείμενον. ὑποκείμενος μὲν, ἐνὧ τὸ ἄρθρον πρόσκειται. κατηγορούμενον δὲ, ἐν ὧτὸ ἐστιν, ἢ δυνά-μει ἡ ἐνεργεία συνέζευκται. τῶν γὰρ κατηγορουμένων ἢ ὀνομάτων ἢ ῥημάτων ὄντων, τοῖς μὲνὀνόμασιν, ἐνεργεία συνέζευκται ἡ φωνή. τοῖς δὲ ῥήμασι, δυνάμει. οἷον, ἐὰν εἴπω ὁ ἄν-θρωπος, ὑποκείμενον εἰπον. ἐὰν δὲ προσθῶ ζῶον ἐστὶ, κατηγορούμενον εἴπον. τὸ οὖν ὄνἐπισης οὐκ ἐστὶν, οὔτε κατηγορούμενον, οὔτε ὑποκείμενον τῶ ἀναγκαίω, ἢ τῶ ἐνδεχομένω, ἢτῶ ὑπάρχον τι, ἀλλ' ἐπίπλέον. οὐ γὰρ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν. πᾶνμὲν γὰρ εἴτι ἐστὶν ἀναγκαῖο, ἢ ἐν δεχόμενον, ἢ ὑπάρχον, τοῦτο καὶ ὄν ἐστιν. οὐκ έτι δὲ εἴτι ἐστὶν ὄν,τοῦτο πάντως ἢ ἀναγκαῖον ἐστὶν, ἢ ἐνδεχομενον, ἢ ὑπάρχον. ἀλλ' ὅτι ἂν τούτων ἕντιὴ, τὰἄλλα οὐκ ἐστὶν. οἷον, ἐὰν ἐν δεχομενον ἧ, οὔτε ἀναγκαῖον ἐστὶν, οὔτε ὑπάρχόν. εἰ τοίνυν οὐκ ἀντιστρε-φει κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν τὸ ὄν, ἐπιπλέον ἄρα ἐστὶ τοῦτε ἀναγκαίου, καὶ τοῦ ἐν-δεχομένου, καὶ τοῦ ὑπάρχοντος. τί δὴποτε οὖν ὁ πορφύριος πασης κατηγορίας, ἢ ἐπιπλέον, ἢ ἐπισης βούλομενος εἶναι τῶ ὑποκειμένω, οὐδέ ποτεδὲ ἐπ' ἔλαττον, αὐτὸς τὸ-ἀναγκαῖον ἐπ' ἔλαττον ὂν, τοῦ ἐπιπλέον κατηγόρησε. λέγω δὴ τοῦ ὄντος. εἰπὼν, ὄντοςἀναγκαίου. φαμὲν οὖν ὅτι ἀληθὲς μέν ἐστι, τὸ μὴ ἐπ' ἔλαττον τῶν ἐπιπλέον κατηγο-ρεῖσθαι. τὸ μέντοι ὃν, οὐκ ἔστιν ἐπιπλέον τοῦ ἀναγκαίου. κυρίως γὰρ ἐκεῖνα ἐστὶν ἐπι-βα
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten