Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

το φυῶς ἐφίεται τοῦ ἀγαθοῦ, ἐπειδὴπερ τῶν ὄντων ἀπάντων μία ἐστὶν εχῆ τὸ ἀγαθόν. πάντα οὖν πρὸςτὸ ἀγαθὸν, ὡς οἰκεῖον ἀγαθὸν ἀνατείνεται, καὶ τελειοῦται τῶν ὄντων ἕκαστον, μετέχον ἐκείνου κατὰτὰ οἰκεῖα μέτρα. οὐδεῖς οὖν κακοῦ ἐφίεται. ἀλλὰ καὶ οἱ τούτου ἐφιέμενοι, ὡς ἀγαθοῦ αὐτοῦ ὀρέγονται. νίκα τοίνυν βουλεταί τις τινὰ ἐπί τι προτρέψασθαι, τὸ ἐκ τούτου ἀγαθὸν ἀναφαίνει, ὡςἐκ τούτου ἐφέλκειν αὐτὸν. τοῦτο τοίνυν φιλόσοφος πορφύριος ποιεῖ. βουλόμενοςγὰρ τοὺς εἰσαγομένους προτρέψασθαι ἐπὶ τὴν τοῦ βιβλίου ἀνάγνωσιν, τὸ ἐκ τούτου ἐσό-μενον ἀγαθὸν μὴ νύει κατ' ἀρχὰς. ἐπειδὴ δὲ διττόν ἐστι τὸ ἀγαθὸν, τὸ μὲν, ὡς τέλος, ὅτανεἴπωμεν ἀγαθὸν τὴν ὑγείαν, τὸ δὲ, ὡς πρὸς τέλος, ὅταν εἴπωμεν τὸ φλεβοτομεῖν ἀγαθὸν, οὐκαθ' αὐτὸ, ἀλλὰ διὰ τὴν ὑγείαν. τὸ ἀναγκαῖον ἐνταῦθα οὐ κυρίας λέγεται ἀγαθὸν, ἀλλ' ὡς πρὸς μεῖ-ζον ἀγαθὸν ἀναφερόμενον. λέγει γὰρ εἰ μέλει ὑγαίνειν, ἀνάγκη φλεβοτομεῖσθαι. διὰ τοῦτοοὕτως εἴπεν ἀναγκαῖον, ἐπειδὴ ὡς πρός τι τέλος ἄλλο ἀναφέρεται τὸ βιβλίον, τὰς κατηγορί-ας. καὶ οὐκ ἔστιν ἀγαθὸν ὡς τέλος, ἀλλὰ ὡς πρὸς ἄλλο συμβαλλόμενον. καὶ ἁπλῶς εἰπεῖν,ἀναγκαῖο ἐνταῦθα λέγει τὸ βιβλίον, ὡς πρὸς μεῖζον ἀγαθὸν αὐτὸ ἀνάγων. καὶ ἤτοι ὡς χρήσι-μοίς, ὡς καθ' αὑτὸ ἀναγκαῖο. καὶ χωρὶς αὐτοῦ, τὰ ἄλλα μὴ δύνασθαι τῶν φιλοσόφων ἀναλέγε-σθαι συγγράμματα. Ιστεον γὰρ ὅτι οἱ φιλόσοφοι, τὸ ἀναγκαῖν διχῶς λέγουσιν. ἀναγκαῖο γὰρ λέγουσιν, τὸ χρήσιμοι, τὸ ἀντιδιαιρούμενον τῶ ἐνδεχομένω. καὶ χρήσιμον μὲν λέγουσι, τὸσυμβαλλόμενον εἴς τί. οἷον, τὸ ὑποδεδέσθαι. τὸ ἐν δύεσθαι. συμβάλλεται γὰρ εἰς τὸ ἡττον διαφθεί-ρεσθαι τὰ σώματα. καὶ διὰ τοῦτο διαρκεῖ εἰς πλείονα χρόνον. λέγεται δὲ ἀναγκαῖον ὡς εἶπον, καὶτὸ τῶ ἐνδεχομένω ἀντιδιαιρούμενον. οὗτινος χωρὶς, τὸ ὑποκείμενον ἀδύνατον εἶναι. οἷον ἀνάγκη.τὰ ζῶα τὰ ἔχοντα πνεύμονα ἀναπνεῖν πάντως ἵνα ζῶσιν. ἀναγκαῖον οὖν τι χρῆμαἀναπνοή. χωρὶς γὰρ ταύτης, ἀδύνατον ζῆν τὰ ἔχοντα πνεύμονα ζῶα. ἀναγκαῖον οὖν λέγεται τοῦτο εἶναι τὸ βιβλίον, κατὰ τὸ πρῶτον, κατὰ τὸ δεύτερον σημαινόμενον. καὶ φαμὲν. οὐχὶκατὰ τὸ δεύτερον, ἀλλὰ κατὰ τὸ πρῶτον. καὶ γὰρ πρὶν γενέσθαι τὸν πορφύριον, οὐκ γνόουν τὸτί δηλοῦσιν αἱ τῶν φιλοσόφων πραγματεῖαι. δῆλον οὖν ὡς χρήσιμον καὶ εὐμαρὴ ποιοῦν τὴνἐκείνων νόησιν, οὕτως ἀναγκαῖον εἶναι λέγεται. μήποτε δὲ δυνατον καὶ κατὰ τὸ δεύτερον σημαινόμενον,ἀναγκαῖον λέγεσθαι. οὗ χωρίς, ἐκεῖνα νοηθῆναι ἀδύνατον. οὐχὶ ἐπ' αὐτοῦ τοῦ συγγράμματοςνουντων ἡμῶν τὸ ἀναγκαῖον, ἀλλ' ἐπ' αὐτῆς τῆς τῶν εἰρημένων πάντε φωνῶν θεωρίας. ἄνευ γὰρ τῆςτούτων γνώσεως, τὰ ἄλλα ἀκριβῶς γνωσθῆναι ἀδύνατον. ὅθεν καὶ πορφύριος οὐκ εἰπενἀναγκαίου ὄντος τούτου τοῦ συγγράμματος, ἀλλ' ἀναγκαίας οὔσης τῆς τούτων θεωρίας. καὶ γὰρπρὶν τὸν πορφύριον περὶ τούτου γράψαι, ἀναγκαία ἣν ἡπερὶ αὐτῶν θεωρία εἰς τὴν τῶν φιλοσόφωνθεωρημάτων νόησιν. καὶ ἄνευ ταύτης, ἐκεῖνα νοηθῆναι ἀδύνατον. τόσουτον οὖν τὸ ἐκ τοῦ προ-κειμένου βιβλίου γέγοιε χρήσιμον. ὅτι τὰ σποράδην παρὰ τοῖς πρεσβυτέροις εἰρημένασυνήγαγε, καὶ εὐ μαρέστεραν ἡμῖν καὶ σύντομον τὴν παρ' αὐτῶν θεωρίαν ἐποιήσατο. ὅθεν οὐδὲ πορφύριος ἰδιοποιεῖται τὴν εύρεσιν τῆς παρ' αὐτῶν θεωρίας, ἀλλὰ τὰ παρὰ τοῖς πρεσβύ-τέροις φη ἐπελθεῖν πειράσομαι. Ιστέον δὲ ὅτι εὐθὺς ἐν προοίμίοις, περὶ τριῶν τούτων διαλέ-γεται. λέγει γὰρ τίς πρόθεσις τοῦ συγγράμματος, ὅτι περὶ τῶν πέντε φωνῶν ἐκείνων βού-λεται διαλεχθῆναι. καὶ τί τὸ χρήσιμον, ὅτι χρησιμεύει οὐ μόνον εἰς τὰς ἀριστοτέλους κατηγορίας,