μενα τοῦ βιβλίου. ἔστι δὲ σκοπὸς ἐνταῦθα τῶ πορφυρίω περὶ πέντε τινῶν εἰπεῖν φω-νῶν, ὑφ' ἁ πάντα τὰ ὄντα ἐστὶν. ἤγουν ἐν τοῖς οὖσίπασιθεωρεῖται. ἔστι δὲ ταῦτα. γένος. εἶδος.διαφορά. ἰδιον. καὶ συμβεβηκός. χρήσιμον δέ ἐστι τὸ βιβλίον εἰς πᾶσαν φιλοσοφίαν.διδασκει γὰρ ἡμᾶς τὰ καθ' αὑτὰ πρόσοντα τοῖς εἴδεσιν, ἅπερ αὐτῶν ἐστιν αἰτια τῆς συστά-σεως. ἐκ δὲ τῶν αἰτίων τῆς συστάσεως, τὰς ἀποδείξεις λαμβάνομεν. ὥστε ἀπόδειξιν διδά-σκει, καὶ πρὸς πᾶσαν φιλοσοφίαν χρήσιμον. διὰ γὰρ τῆς ἀποδείξεως, τὰ τέλη αὐτῆς γινώ-σκομεν. τὸ δὲ γνήσιον, δηλοι μὲν καὶ ἡ φράσις σεφης οὖσα, καὶ τὸ ἐν ἄλλοις αὐτοῦ βιβλίοις τῶνἐν τῶδε τῶ βιβλίω θεωρημάτων μεμνῆσθαι. ἔτι δὲ καὶ τὸ πρὸς φωνεῖν αὐτὸ χρυσαορίω. τοῦτωγὰρ καὶ ἄλλά τινὰ προς φωνήσας βιβλία, καὶ τοῦτο προς φωνεῖ διὰ τοιαύτὴν αἰτίαν. διδά-σκάλος ἦν τοῦ χρυσαορίου. καὶ ἐξηγουμένου αὐτῶ τὰ μαθήματα, ἐδέησεν ἰστορῆσαι τὸ πῦρ τῆςαἴίνης, καὶ ἐξεδημησε. τούτω τῶ χρόνω εὑρίσκει ὁ χρυσαόριος τὰς ἀριστοτέλους κατηγο-ρίας. καὶ οὐδὲ ὅλως παρηκολουθει ἐγκύπτων. δηλοὶ οὖν τῶ πορφυρίω ἐκεῖ ὄντι γράψαςτὸ συμβάν. καὶ εἰ μὲν ἰστόρησε τὸ πῦρ, ἐλθεῖν. εἰ δὲ μὴ ἱστόρησεν, εἰσαγωγὴν τινα γράψαι, δι' ἡςἂν μέλοι παρακολουθεῖν τῶ βιβλίω. ἐπειδὴ τοίνυν ὁ πορφύριος οὐκ ἠ δυνατότεως ὑπο-στρέψαι, γράφει αὐτῶ τὸ βιβλίον τοῦτο, ἐκ τῶν εἰρημένων τῶ πλάτωνι καὶ ταυτὶ συλλέξοδὸν, καὶ δι αὐτῶν τῶν ῥημάτων ἐλθών. καὶ ἐκ τούτου μὲν, δῆλον ὅτι γνήσιον τοῦ παλαίου το βι-βλίον. πρῶτον δέ ἐστι τῆ τάξει. εἰ γὰρ εἰς τὰς ἀριστοτέλους κατηγορίας εἰσάγει, αἱ περὶ τῶν ἁπλῶνεἰσι φωνῶν, αὗται δὲ τῆς λογικῆς ἀρχαὶ, δῆλον ὅτι πρῶτον τῆ τάξειἐστὶ τῆς λογικῆς. εἰκότως οὖνπρὸ αὐτῆς τάττεται. καὶ ταῦτα μὲν περὶ τῆς τάξεως. εἰσεγωγὴ δὲ ἐπιγέγραπται. καὶ ἀποροῦσι τι-νὲς, δια τί ἀπροσδιορίστως ἐπέγραψεν εἰσαγωγή. ἄδηλον γὰρ. πότερον, γραμματικῆς, ἢῥητορικῆς, ἢ λογικής. φαμὲν οὖν πρὸς αὐτοὺς, ὅτι τὰ ὑπερέχοντα τῶν πραγμάτων, ἀορίστωςεἰώθαμεν σημαίνειν. ὥσπερ ὅτε τὸν ὅμηρον βουλόμενοι σημάναι, ὁ ποιητὴς λέγομεν κατ'ἐξοχήν. τί οὖν ἐκώλυε τὸν βουλόμενον τὴν φιλοσοφίαν σημάναι, ἀορίστως κατ' ἐξοχὴν ση-μάναι. ἔπειτα δὲ καὶ τοῦτο φαμέν. ἡ εἰσαγωγὴ, τέχνης ἢ ἐπιστήμης ἐστὶν εἰσαγωγῆ ἀναμφι-σβητήτως. ἡ δὲ φιλοσοφία, τέχνη ἐστὶ τεχνῶν, καὶ ἐπιστήμη ἐπιστημῶν. πῶς οὖν εἰς ταύτην ἡμᾶςμέλων εἰσάγειν, καὶ διὰ μέσης ταύτης εἰς ἁπάσας τὰς τέχνας εἴπερ ἀληθῶς ἔχει ὁ ὅρος, ἔμελ'λεμιάς τινος τέχνης εἰσαγωγὴν τὸ βιβλίον ἐπιγράφειν. τοσαῦτα καὶ περὶ τῆς ἐπιγραφης.Ιστέον δὲ ὅτι διήρηταιτο συγγραμμα τοῦτο εἰς τρία. καὶ ἐν μὲν τῶ πρώτω μέρει, διδάσκει περὶτων εἰρημένων πέντε φωνῶν. ἐν δὲ τῶ δευτέρω, συμπλέκει αὐτὰς κατὰ δύο. καὶ διδασκει τὶ κοινὸναὐταῖς, καὶ τί ἴδιον. οἷον, τί κοινον γένει, καὶ τί εἴδει, καὶ τί ἰδίω, καὶ τί διαφορᾶ, καὶ τί συμβεβηκότι.ἐν δὲ τῶ τρίτω, διδάσκει τίνα πάντα ἅμα κοινά ἐστι. πρὸ δὲ τούτων, ἐν τῶ προοιμιωτὸν σκοπόντεπροανακρούεται τοῦ βιβλίου, καὶ τὸ χρήσιμον διδάσκει, καὶ τὸν τρόπον τῆς διδασκαλίας, ὅτιἁπλούστερόςτε καὶ εἰσαγωγικώτερος ἔσται. ὑπὸ δὲ τὸ λογικὸν ὁργανὸν ἀνάγεται τῆς φιλοσοφίας, τὸπροκείμενον βιβλίον. διδάσκει γὰρ τὰ εἰς τὴν ἀρχὴν τῆς ἀποδείξεως συντελουντα, ἥτις ἐστὶ τῶγένει συλλογισμὸς. ὅς εἶδος ἐστὶ τοῦ συνθέτου λόγου. ὅς πάλιν γένει ἐστὶ λόγος. ἔπειτα δὲ, καὶ εἰςτὰς ἀριστοτέλους κατηγορίας εἰσάγει, αἵπερ εἰσὶ τον λογικῆς. ἡ δὲ λογικὴ, οὐ μέρος τῆς φιλοσοφίας,ἀλλ' ὀργανον, ὡς ἐν ἑτέροις δείξομεν. Οντος ἀναγκαίου χρυσαόριε. Πάντα τὰ ὄντα αὐ-
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten