Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

καινόμενα, τυπτόμενα, ἀνήγαγον ὑπὸ τὸ πάσχειν, ὅπέρ ἐστιν ἀλλοιοῦσθαι ὑφ' ἑτέρου. ποι-εῖν δέ ἐστι τὸ ἐρᾶν περί τι. ἔσχον οὖν δέκα ταῦτα κοινότητας. οὐσίαν. ποσόν. ποιόν. πρός τι.ποῦ. πότε. κεῖσθαι. ἔχειν. ποιεῖν. πάσχειν. ἕκαστον οὖν τῶν ὄντων πάντων, ὑπὸ μίαν τούτωντελεῖ τῶν κοινοτήτων. ταύτας δὲ ἐκάλεσαν κατηγορίας, ὡς κατά τινων τῶν ὑπ' αὐτὰς τελούντωνἀγορευομένας καὶ λεγομένας. περὶ τούτων οὖν τῶν δέκα κατηγοριῶν, ἀριστοτέλης ἔγραψεβιβλίον, καὶ ἐμνήσθη ἐν τῆ διδασκαλία αὐτῶν, φωνῶν πέντε τινῶν ἀγνώστων ἡμῖν οὐσῶν τῆσυνηθεία. γένους. εἴδους. διαφορᾶς. ἰδίου, καὶ συμβεβηκότος. γοῦν φιλόσοφος πορφύρι-ος φιλανθρώπως ποιῶν ἅμα καὶ φιλοσόφως, ἔγραψε τουτὶ τὸ βιβλίον, διδάσκων ἡμᾶςτὶ σημαίνει ἑκάστη φωνή. ἵνα μαθόντες, εὐχερέστερον δυνηθῶμεν παρακολουθεῖν τοῖς ὑπὸ τοῦ ἀριστοτέλους λεγομένοις περὶ τῶν κατηγοριῶν. οὖν τοῦ πορφυρίου σκοπός, οὗτός ἐστιν. ἐπέ-γράψε δὲ τὸ βιβλίον εἰσαγωγὴ, ἐπειδὴ ὁδός ἐστι πρὸς πᾶσαν φιλοσοφίαν. προηγοῦνται γὰρ τῶνφιλοσόφων πάντων συγγραμμάτων, αἱ κατηγορίαι. τούτων δὲ, εἰσαγωγή. ὅπερ δὲ οἱ φιλόσοφοι ἐπὶ πάντατῶν ὄντων ἐποίησαν, ἀνήγαγον γὰρ πάντα τὰ ὄντα ὑπὸ τὰς δέκα κοινότητας, καὶ οὐδέν ἐστι τῶνὄντων ὁμὴ πάντως εὑρίσκεται ὑπό τινα τῶν τοιούτων κοινότητα ἀναγόμενον, τοῦτο καὶ οἱ γραμματικοὶ ἐπὶ τῶν πέντε φωνῶν πεποιήκασι. βουλόμενοι γὰρ τῆ ἀπειρία τῶν φωνῶν ἐπεξελ-θεῖν καὶ μὴ δυνηθέντες, ἀνήγαγον τὰς μὲν τοίαςδε φωνὰς, ἐπί τινα κοινότητα τὴν τοῦ ὀνό-ματος. τὰς δὲ τοιάςδε, ἐπί τινα κοινότητα τὴν τοῦ ῥήματος. καὶ οὕτως ἐποίησαν τὰ ὀκτὼπαρ' αὐτοῖς τοῦ λόγου μέρη. οὕτω καὶ πορφύριος ἀνήγαγε πᾶσαν σημαντικὴν φωνὴν πάρεξτῶν σημαντικῶν τῶν ἀτόμων ὑπὸ τὰς πέντε φωνὰς, ὑφ' ἃς πᾶσαι αἱ κατὰ μέρος ἀνάγονταισημαντικαὶ φωναί. εἰς πόσα μὲν οὖν καὶ τίνα τὸ τῆς φιλοσοφίας διαιρεῖται ἕκαστον μέρος,καὶ τί ἔχει ἀποτέλεσμα, ἤδη εἴρηται. δεῖ δὲ ἡμᾶς εἰπεῖν καὶ τὰ πρὸς τῶν φιλοσόφων οὕτω προ-σαγορευόμενα προλεγόμενα, ἤτοι προτεχνολογούμενα ἐπὶ παντὸς βιβλίου. ἔστι δὲταῦτα. σκοπός. τὸ χρήσιμον. τὸ γνήσιον. τάξις τῆς ἀναγνώσεως. αἰτία τῆς ἐπι-γραφῆς. εἰς τὰ κεφάλαια διαίρεσις. διδασκαλικὸς τρόπος. καὶ ὑπὸ τί μέρος ἀναφο-ρά. ταῦτα δὲ ἐπενόησαν οἱ φιλόσοφοι προλέγειν, οὐχ ὡς περιττόν τι προσεπινοοῦντεςαὐτοῖς, κατὰ τὰς ἄλλας τέχνας, ἀλλὰ προθυμοτέρους ποιεῖν βουλόμενοι τοὺς ἀναγινώσκον-τας. ἀναγινώσκων γάρ τις, ἐὰν ἀγνοῆ τὸν σκοπὸν τοῦ βιβλίου, ὀκνεῖ καὶ ἀφίησι διὰ μέσου.καὶ ταὐτὰ πάσχει τοῖς ὁδοιποροῦσιν ἐφ' μὴ ἴσασι. διὰ τοῦτο οὖν τὸν σκοπὸν λέγουσιν.οὐ μὴν οὐδὲ τὸν σκοπὸν ἐγνωκὼς, προθύμως ἐγχειρεῖ τῶ ἔργω, πρὶν ἄν καὶ τὸ ἀπ' αὐτοῦχρήσιμον μάθοι. ὥστε εἰκότως καὶ τὸ χρήσιμον λέγουσιν. ἔτι δὲ καὶ ταῦτα μαθόντες, ἀπιστοῦ-μεν εἰ χρήσιμόν ἐστι, πρὶν γνῶμεν εἰ γνήσιόν ἐστι τοῦ παλαιοῦ τὸ βιβλίον, ὃν ἴσμεν ἔνδοξονὄντα, τοῦ ἀριστοτέλους, καὶ πλάτωνος. ἐκείνους γὰρ ὑπολαμβάνομεν χρήσιμα πάντα εἰρηκέναι. διὰ τοῦτο οὖν καὶ τὸ γνήσιον λέγομεν. ἐκ δὲ τῆς τούτων γνώσεως, ἀνακύπτει καὶ περὶ τάξεως ζήτησις, πότερον, αὐτὸ δεῖ πρῶτον τάττεσθαι, ὕστερον. καὶ διὰ τοῦτο καὶ τὴν τάξινλέγουσι. τὴν δὲ ἐπιγραφὴν λέγουσιν, ἐπειδὴ ὡς ἐν συντόμω τὸν σκοπὸν περιέχει. ἔτι δὲ καὶ τὸὑπὸ ποῖον μέρος ἀνάγεται τῆς φιλοσοφίας, διὰ τὸ εἰδέναι ποῦ μάλιστα συντελεῖ. δέδειγμένουδὲ τίνος ἕνεκα ταῦτα προλέγουσιν οἱ φιλόσοφοι, καιρὸς ἤδη καὶ ἡμᾶς λέγειν τὰ προλεγό-