τῶν κατὰ μέρος ξύλων, ἐπὶ τὰ καθόλου ξύλα. καὶ ἀπὸ τῶν λοιπῶν τῶν τοιούτων ὁμοίως. καὶἀπὸ τοῦ καθόλου λίθου. καὶ ἀπὸ τοῦ καθόλου ξύλου. καὶ τῶν τοιούτων, ἐπὶ τὸ κοινὸν γένος τὸἄψυχον, ὅπερ ἔχει ταῦτα πάντα. ἔσχον οὖν δύο κοινότητας, τὸ ἔμψυχον, καὶ τὸ ἄψυχον. ταῦτα δὲπάλιν ἀνήγαγον ἐπὶ τὸ κοινὸν γένος τὸ σῶμα, ὅ ἐστι τὸ τριχῆ διαστατόν. λίθος δὲ καὶ ξύλα καὶἄνθρωπος, καὶ πάντα ἀπλῶς, ὅσα σώματα ἐστὶ, τὰς τρεῖς ἔχουσι διαστάσεις. πάλιν ἀπὸ τῶν ψυχῶνκαὶ ἀγγέλων καὶ τῶν τοιούτων, ἀνήγαγον ἑαυτοὺς ἐπί τινα κοινότητα τὴν τοῦ ἀσωμάτου,ἀντιπεπονθότως τῶ σώματι ἔχουσαν. τὸ μὲν γὰρ, τριχῆ διαστατόν ἐστι, καὶ πάντη μερι-στόν. τὸ δὲ, παντελῶς ἀμερές τε καὶ ἀδιάστατον. ἐζήτησαν οὖν τί ἐστι κοινὸν ἐν ἀμφοτέροις,καὶ εὗρον ὡς οὐσία ἐστὶν ἑκάτερον. καὶ γὰρ τὸ σῶμα οὐσία ἐστὶ, καὶ τὸ ἀσώματον. οἷον ψυχή. ἄγγε-λος. θεὸς. ἔσχον οὖν ἀναγαγεῖν ἑαυτοὺς ἐπὶ τὸ κοινὸν γένος τὴν οὐσίαν, τοῦ τῆς οὐσίας ὀνό-ματος αὐθυπόστατον πρᾶγμα δηλοῦντος. μάθοιμεν δ' ἄν τὸ λεγόμενον ἐκ τοῦ ἐναντίου. ἔστιτινὰ τῶν πραγμάτων, ἅ μὴ δύνανται αὐτὰ καθ' ἑαυτὰ ὑποστῆναι, ἀλλ' ἐν ἄλλοις τὸ εἶναι ἔχει. ἃκαὶ συμβεβηκότα καλεῖται. λευκότης. μελανία. γλυκύτης. καὶ τὰ τοιαῦτα. ταῦτα γὰραὐτὰ μὲν, καθ' ἑαυτὰ οὐ δύνανται ὑποστῆναι. ἀλλὰ πάντως ἡ λευκότης, ἢ ἐν ψιμυθίω, ἢἐν γάλακτι σώμασιν οὖσιν, ὑφέστηκεν. ὁμοίως καὶ τὰ ἄλλα. ὅσα οὖν ἐστιν αὐτὰ καθ' ἑαυτὰὑποστῆναι δυνάμενα, καὶ μὴ δεόμενα πρὸς τὸ ὑποστῆνται ἄλλου τινὸς, οὐσίαι λέγονται. οἷον, ἄν-θρωποι ψυχαί. λίθοι. καὶ ὅσα τοιαῦτα. ἀνῆλθον οὖν ὡς εἴρηται ἐπί τινα κοινότητα τὴνοὐσίαν. ἆρα οὖν πάντα τὰ ὄντα ἡ οὐσία περιλαμβάνει, ἐπειδὴ πάντων τῶν ὄντων ἐπιστήμων ὑπι-σχνεῖται ὁ φιλόσοφος εἶναι, οὐδαμῶς. πάλιν γάρ ἐστι δύο που τινὰ καὶ δέκα καὶ εἴκοσιν, ἅ-περ ἀνήγαγον ἐπί τι κοινὸν γένος, τὸν ἀριθμὸν δηλαδὴ. πάλιν εὗρον τὶ μέγα καὶ μικρὸν,ἅπερ ἐκάλεσαν συνεχῆ. ἐπεὶ οὖν ὁ ἀριθμὸς καὶ τὸ συνεχὲς κοινωνοῦσιν ἀλλήλοις καθὸ πο-σά ἐστι, ποσὸν γὰρ ἑκάτερον, ἀνήγαγον ταῦτα ἐπὶ τὸ καθόλου ποσόν. ἔσχον οὖν κοινότηταςδύο περιεκτικὰς πραγμάτων πολλῶν, τὴν οὐσίαν καὶ τὸ ποσόν. πάλιν ἔστι τὶ λευκὸν, καὶ πολ-λαὶ αἱ κατὰ μέρος λευκότητες. τὸ γὰρ λευκὸν, ἢ ἐν ψιμυθίω ἐστὶν, ἢ ἐν χιόνι, ἢ ἐν κύκνω.ταῦτα οὖν πάντα ὑπὸ τὸ ἁπλῶς λευκὸν ἀνήγαγον. ὡσαύτως δὲ καὶ τὸ μέλαν, καὶ τὸ φαιὸν, καὶ τὰτοιαῦτα, ἀνήγαγον ὑπὸ τὸ χρῶμα. ἔστι δὲ πάλιν, γλυκύ. πικρόν. θερμόν. ψυχρόν. ταῦταοὖν πάντα τὰ ἀπηριθμημένα, ἀνήγαγον ὑπὸ τὸ κοινὸν γένος τὸ ποιόν. ποιὸν δέ ἐστιν, ἀφ' οὗπαρωνύμως τὸ μετέχον ὀνομάζεται. ἀπὸ γὰρ τῆς λευκότητος, λέγεται λευκός. καὶ ἀπὸ τῆςγραμματικῆς, λέγεται γραμματικός. πάλιν ἔστι τὶ δεξιὸν, καὶ ἀριστερόν. διπλάσιον, καὶ ἥμι-συ. καὶ ταῦτα πάντα ἀνήγαγον ὑπὸ τὸ κοινὸν γένος τὸ πρός τι, ὅ ἐστι σχέσις ἑτέρου πρὸς ἕτερον.πάλιν δέ ἐστι τὶ τὸ ἐν λυκείω εἶναι, ἢ ἐν ἀγορᾶ. καὶ ὅσα τοιαῦτα. ἅπερ ἀνήγαγον ὑπὸ τὸ ποῦ,ὅπέρ ἐστι τόπου σημαντικόν. πάλιν ἔστι τὶ χθές. πέρισυ. σήμερον. αὔριον. καὶ ὅσα τοι-αῦτα. ἅπερ ἀνήγαγον ὑπὸ τὸ πότε, ὅπέρ ἐστι χρόνου σημαντικὸν. πάλιν ἔστι τὶ τὸ ἀνακεῖ-σθαι. τὸ ἑστάναι. τὸ καθῆσθαι. ἅπερ ἀνήγαγον ὑπὸ τὸ κεῖσθαι. κεῖσθαι δέ ἐστιν, ἡ τοιάδε θέσιςτοῦ σώματος. πάλιν δέ ἐστι τὶ τὸ ὑποδεῖσθαι. τὸ ὁπλίζεσθαι. τὸ δακτύλιον φορεῖν. τὰ το-αῦτα ἀνήγαγον ὑπὸ τὸ ἔχειν. ἔχειν γάρ ἐστιν, οὐσίας περὶ οὐσίαν περίθεσις. πάλιν ἔστι τὶ τὸ τύ-πτειν. θερμαίνειν. ψυχειν. τὰ τοιαῦτα ἀνήγαγον ὑπὸ τὸ ποιεῖν. πάλιν θεασάμενοι τινὰ λευ-
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten