Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

ἐναντίον τῆ ἀτελεία. τὰ δὲ ἐναντία, διὰ τῆς τῶν ἐναντίων παρατηρήσεως κατορθοῦται.ἐμάθομεν τοίνυν τί ἐστι φιλοσοφία, καὶ ποῖα αὐτῆς τὰ μέρη. θεία τοίνυν ἐστὶ καὶ ἐφετή. καὶκαλῶς περὶ αὐτῆς ἐρῥέθη. ὅτι τοιοῦτον ἀγαθὸν οὔτ' ἦλθεν εἰς ἀνθρώπους, οὐθ' ἥξει ποτέ.τοσαῦτα μὲν κοινῶς περὶ φιλοσοφίας εἰρήσθω. ἰδία δὲ περὶ τοῦ προκειμένου βιβλίου, λέγομενταῦτα. εἴρηται ὅτι φιλοσοφία, γνῶσις πάντα τῶν ὄντων ὄντα ἐστὶν. ἐζήτησαν οὖν οἱ φιλό-σοφοι, τίνα ἂν τρόπον γένωνται τῶν ὄντων ἐπιστήμονες. καὶ ἐπειδὴ ἑώρων τὰ κατὰ μέρος γεν-νητὰ καὶ φθαρτὰ ὄντα, ἔτι δὲ καὶ ἄπειρα, δὲ ἐπιστήμη ἀιδίων τε καὶ πεπεραςμένων ἐστὶ γνῶ-σις, τὸ γὰρ γνωστὸν βούλεται ὑπὸ τῆς γνώσεως περὶ λαμβάνεσθαι, τὸ δὲ ἄπειρον ἀπερίλη-πτον, ἀνήγαγον ἑαυτοὺς ἀπὸ τῶν μερικῶν ἐπὶ τὰ καθόλου, ἀίδια ὄντα καὶ πεπερασμέ-να. ὡς γάρ φησιν πλάτων, ἐπιστήμη εἴρηται, παρὰ τὸ εἰς ἐπίστασιν ἡμᾶς καὶ ὅρον τινὰ προ-ἄγειν τῶν πραγμάτων. τοῦτο δὲ ποριζόμεθα, διὰ τῆς εἰς τὰ καθόλου ἀναδρομῆς. ἀνέδραμον οὖν ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων, ἐπὶ τὸν καθόλου ἄνθρωπον. οὐ προτίθενται γὰροἱ φιλόσοφοι πόσοι εἰσὶν ἐν τῶ κόσμω ἄνθρωποι γνῶναι, ἀλλὰ τὶς φύσις τοῦ ἀνθρώ-που, ὅτι ζῶον λογικὸν θνητόν ἐστιν. γὰρ τοῦτο ἐγνωκὼς, εἴσεται καὶ πάντας τοὺς ἐν τῶ κό-σμω ἀνθρώπους. καὶ τοὺς ἤδη γενομένους, καὶ τοὺς αὖθις ἐσομένους. οὕτως οὖν ἀπὸ τῶν κατὰμέρος ἀνθρώπων, ἀνήγαγον ἑαυτοὺς εἴς τινα κοινότητα τὴν τοῦ ἀνθρώπου. πάλιν ἀπὸτῶν κατὰ μέρος ἵππων, ἐπί τινα κοινότητα τὴν τοῦ ἵππου, περιεκτικὴν πάντων τῶν κατὰ μέ-ρος ἵππων, εἰρηκότες ὅτι ἵππος ἐστὶ ζῶον τετράπουν χρεμετιστικόν. οὐ γὰρ τοὺς κατὰ μέροςἵππους βούλεται γνῶναι φιλόσοφος, οἷον, τίς ξάνθος, καὶ τίς βαλίας, ἀλλὰ τίς καθόλουἵππος. τὰ γὰρ καθόλου, ἀεὶ ὡσαύτως ἔχουσι. καὶ οὐ νῦν μὲν ἄλλως, αὖθις δὲ ἑτέρως, ὥσπερτὰ μερικά. ἄλλη γὰρ φύσις τοῦ βαλίου ἵππου, καὶ ἄλλη τοῦ ξάνθου. ὥσπερ ἄλλη φύσιςπλάτωνος, καὶ ἄλλη ἀλκιβιάδου. δὲ καθόλου ἄνθρωπος καὶ καθόλου ἵππος, ἀεὶ ὡσαύ-τως ἔχει. πᾶς γὰρ ἵππος, ζῶον ἐστὶ τετράπουν χρεμετιστικὸν. καὶ πάλιν. πᾶς ἀνθρωπος,ζῶον λογικὸν θνητόν. ὁμοίως δὲ καὶ ἐπὶ κυνὸς, καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν τοῦ ζώου. θεασάμενοι οὖνταῦτα τὰ εἴδη εἰ καὶ πεπεραςμένα, ἀλλ' οὖν τῆ ἀνθρωπίνη διανοία ἀνεπίληπτα, καὶἀπερίληπτα, οὐδὲν γὰρ θαυμαστὸν πολλὰ ἡμῖν εἶναι ἄγνωστα ζῶα, ἀνήγαγον ἑαυτοὺςἐπί τινα κοινότητα τὴν τοῦ ζώου περιεκτικὴν πάντων τῶν κατὰ μέρος. καὶ γὰρ καὶ ἄνθρωπος ζῶον, καὶ ἵππος, καὶ κύων. καὶ τὰ ἄλλα καθὸ ζῶα οὐδὲν διαφέρει, πάντα οὐσία ἔμψχος αἰσθητικὴ ὑπάρχοντα. οὖν ἐγνωκὼς τί ποτέ ἐστι τὸ ζῶον, ἔσται ἐγνωκὼς πάντα τὰ ζῶα. πάλινἀπὸ τῆςδε τῆς συκῆς, τῆςδε τῆς πλατάνου, τῆςδε τῆς ἀμπέλου, ἀνήγαγον ἑαυτοὺς ἐπὶτὴν καθόλου συκῆν καὶ πλάτανον καὶ ἄμπελον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων φυτῶν. πάλινταῦτα καὶ τὰ ἄλλα, ἐπὶ τὸ κοινὸν γένος ἀνήγαγον τὸ φυτὸν, περιέχον τὰ κατὰ μερος φυτά. ἔσχονοὖν δύο κοινότητας. τήν τε τοῦ ζώου, καὶ τοῦ φύτου. πάλιν τό, τε ζῶον καὶ τὸ φυτὸν, ἀνή-γαγον εἰς τὸ ἔμψυχον. καὶ γὰρ τὸ φυτὸν, ἔμψυχόν ἐστιν. αὔξεται γὰρ καὶ τρέφεται, καὶ γεννᾶ ὅμοιονἑαυτῶ. ἐπειδὴ δὲ τῶ ἐμψύχω ἀντίκειται τὸ ἄψυχον, ἄψυχοι δέ ἐστι τὸ μὴ μετέχον ψυχῆς, οἷον,λίθος, ξύλα, καὶ τὰ τούτοις παραπλήσια, πολλὰ δέ ἐστι ταῦτα ἐν τοῖς κατὰ μέρος καὶ ἄπειρα,διὰ τοῦτο πάλιν ἀπὸ τῶν κατὰ μέρος λίθων, ἀνήγαγον ἑαυτοὺς ἐπὶ τὸν καθόλου λίθον. καὶ ἀπὸ