κις ἄρτιον, ἢ τὸν περισσάρτιον ἀριθμόν. καὶ μὴ τὴν πρὸς ἕτερον αὐτοῦ σχέσιν κατὰ συμβεβηκὸς.τοῦτο γὰρ μουσικῆς. καταγίνεται οὖν περὶ τοῦτο, ποσὸν διωρισμένον. καθ' αὐτὸ ἐστιν ὁ ἀριθμὸς ἐπ'αὐτῶ σκοπούμενος. ἡ ἀριθμητικὴ οὖν ἐστὶ, γνῶσις πόσου καθ' αὑτὸ διωρισμένου. ποσὸν δὲ διω-ρισμένον πρὸς ἕτερον, ἔστιν ἡ σχέσις ἡ πρὸς ἄλληλα τῶν τόνων, περὶ οὓς ἡ ἀρμονία καταγίνεται, ἣνδι' ἀριθμοῦ γνωρίζομεν. περὶ ἣν καταγίνεται ἡ μουσική. καὶ ἔστιν ἡ μουσικὴ, γνῶσις ποσοῦ διω-ρισμένου σχέσιν ἔχοντος ἑτέρου πρὸς ἕτερον. δέδεικται οὖν ἡ μουσικὴ καὶ ἀριθμητικὴ, ὅτι περὶ τὸδιωρισμένον, ποσὸν καταγίνονται. διωρισμένον δέ ἐστιν, οὗ τὰ μόρια καθ' αὑτὰ θεωρεῖται, ὡςμὴ συνεφέλκεσθαι ἀλλήλοις. εἰς πόσα μὲν οὖν καὶ τίνα τὸ θεωρητικὸν θεωρεῖται, καὶ τὶ ἔχειπέρας, ἐκ τῶν εἰρημένων δῆλον. ἐπεὶ δὲ καὶ τὸ πρακτικὸν μέρος τῆς φιλοσοφίας εἰρήκαμεν,ἀνάγκη καὶ τοῦτο διελεῖν. διαιρεῖται τοίνυν τὸ πρακτικὸν, εἴς τε τὸ ἠθικὸν, καὶ οἰκονομικὸν,καὶ πολιτικόν. ὁ γὰρ πράττων τὶ ἀγαθὸν, ἢ εἰς ἑαυτὸν πράττει κοσμῶν αὐτοῦ τὰ ἤθη καὶ λέ-γεται ἠθικὸς, ἢ εἰς τὸν ἑαυτοῦ οἶκον, καὶ λέγεται οἰκονομικὸς. ἢ τὴν ὅλην κοσμεῖ πόλιν, καὶ λέγεταιπολιτικός. τινὲς δέ φασιν, ὅτι ὁ πολιτικὸς, καὶ ἠθικὸς λέγεται, καὶ οἰκονομικὸς. ὁ γὰρ πόλινὅλην δυνάμενος κοσμῆσαι, πολλῶ μᾶλλον καὶ ἑαυτὸν καὶ τὸν οἶκον αὐτοῦ. καὶ εἰς ταὐτὸν ἄγουσι τῶπρακτικῶ, τὸ πολιτικόν. πρός οὓς ἐροῦμεν. ὅτι πολλοί τινες κενοδοξία κρατούμενοι,τὴν μὲν πόλιν κοσμοῦσιν, ἑαυτῶν δὲ καταφρονοῦσιν. ὥστε διήρηται τὰ εἰρημένα τρία τοῦ πρα-κτικοῦ εἴδη ἀπ' ἀλλήλων. τούτων δ' ἕκαστον διαιροῦσιν, εἴς τε τὸ νομοθετικὸν, καὶ δικαστικόν.ὁ γὰρ πολιτικὸς φιλόσοφος, καὶ νόμους τίθησι καθ' οὕς δεῖ ζῆν τοὺς ἐν τῆ πόλει, καὶ δικάζει.καὶ τοὺς μὲν, γερῶν ἀξιοῖ. τοὺς δὲ, παρατρέψαντάς τι τῶν κειμένων νόμων, κολάζει. εἰδέναι δὲχρὴ, ὅτι καὶ ἐν τῶ οἰκονομικῶ, θεωρεῖται τὸ νομοθετεῖν καὶ κολάζειν. καὶ γὰρ ἐν τῶ οἴκω νό-μους τίθεμεν, καὶ δικάζομεν τῶν οἰκετῶν, ἢ τῶν υἱῶν τοὺς παραβαίνοντας. οὐ μόνον δὲ ἐν τῶοἰκονομικῶ ταῦτα θεωρεῖται, ἀλλὰ καὶ ἐν τῶ ἠθικῶ. καὶ γὰρ ὁ ἠθικὸς, ἑαυτῶ νόμους τίθησιν,ὅταν λέγη. Κρατεῖν δ' εἰθίζεο τῶνδε. γαστρὸς μὲν πρώτιστα, καὶ ὕπνου, λαγνείης τε.καὶ πάλιν ὅταν ἰσοκράτης λέγη. Τοὺς μὲν θεοὺς φοβοῦ. τοὺς δὲ γονεῖς τίμα. τοὺς δὲ φίλουςαἰσχύνου. οὗτοι γὰρ ἠθικοὶ νόμοι τε καὶ λόγοι ὑπάρχουσι. καὶ δικάζει τὲ αὐτὸν ὅτε φησί. Μὴδ' ὕπνον μαλακοῖσιν ἐπ' ὄμμασι προσδέξασθαι, πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστονἐπελθεῖν. πῆ παρέβην. τί δ' ἔρεξα. τί μοι δέον οὐκ ἐτελέσθη. ἀρξάμενος δ' ἀπὸ πρώτου,ἐπέξιθι καὶ μετέπειτα. δειλὰ μὲν ἐκπρήξας, ἐπιπλήσσεο. χρηστὰ δὲ, τέρπου. καὶ περὶτοῦ οἰκονομικοῦ καὶ πολιτικοῦ, κατὰ τὸν οἰκεῖον καιρὸν εἰρήσεται. νῦν δὲ περὶ τῆς τοῦ ἠθικοῦδιαιρέσεως δεῖ εἰπεῖν. καὶ πρῶτον γε, τί ἐστιν ἦθος. ἦθος τοίνυν ἐστὶν, ἀνθρώπου κόσμος. κόσμοςδὲ, ἡ ἑκάστου τελειότης. ἡ διὰ τῆς τῶν ἄκρων στερήσεως, ἤγουν παρατηρήσεως κατορθοῦ-ται. τῆς τε ὑπεροχῆς, καὶ τῆς ἐνδείας. ἀκοσμία γὰρ, ὅ, τε πλεονασμὸς, καὶ ἡ ἔλλειψις. καὶ γὰρεἰ εἴποι τὶς ἀκοσμον τὸν ἄνθρωπον ἐνδεία τινὸς μορίου, οἷον χειρὸς, ἢ ἑτέρου, εἴποι δ' αὖἄκοσμον καὶ τὸν περιττεύοντα μορίοις τισὶ τοῦ ἀνενδεοῦς. οἷον ἑξαδάκτυλον, ἢ ἑξάχειρα,ὡς τοὺς κατὰ ἀπολλώνιον τὸν ποιητὴν γίγαντας. οὐκοῦν ἀκόσμία, ἥ τε ὑπεροχὴ, καὶ ἡ ἔλ-λειψις. αἱ δὲ ἀκόςμίαι, ἀτελεῖς εἰσι. τὸ γὰρ ἐναντίον ταύταις, ὁ κόσμος. τελειότης ἄρα ἐκ τῆςπαρατηρήσεως ἐστὶ, τοῦ τε πλεονασμοῦ καὶ τῆς ἐνδείας, ἅπερ ἐστὶν ἀτέλειαι. τελειότης γὰρ,
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten