Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

μὴ εἰς πλείονα, ἀλλ' εἰς δύο. τοῦτο δὲ αἰτίαι δύο εἰσίν. ἐπειδὴ γὰρ ἐλέγομεν τὴν φιλοσοφίανὁμοίωσιν εἶναι θεῶ κατὰ τὸ δυνατὸν ἀνθρώπω, δὲ θεὸς διττὰς ἔχει τὰς ἐναργείας, τὰς μὲν,γνωστικὰς τῶν ὄντων πάντων, τὰς δὲ, προνοητικὰς τῶν καταδεεστέρων, εἰκότως φιλοσοφία διαιρεῖται εἰς θεωρητικὸν, καὶ πρακτικόν. διὰ γὰρ τοῦ θεωρητικοῦ, γινώσκομεν τὰ ὄντα. διὰδὲ τοῦ πρακτικοῦ, προνοούμεθα τῶν καταδεεστέρων. καὶ οὕτως ἐξομοιοῦμεν ἑαυτοὺς τῶ θεῶ.πάλιν δὲ τῆς ἡμετέρας ψυχῆς διτταὶ αἱ ἐνέργειαι. αἱ μὲν, γνωστικαί. οἷον, νοῦς. δόξα. αἴσθησις.φαντασία. διάνοια. αἱ δὲ, ζωτικαὶ καὶ ὀρεκτικαί. οἷον, βούλησις. προαίρεσις. θυμὸς, καὶἐπιθυμία. οὖν φιλόσοφος, πάντα τὰ τῆς ψυχῆς μέρη βούλεται κοσμῆσαι, καὶ εἰς τελείωσινἀγαγεῖν. διὰ γοῦν τοῦ θεωρητικοῦ, τελειοῦται τὸ ἐν ἡμῖν γνωστικὸν. διὰ δὲ τοῦ πρακτικοῦ,τὸ ζωτικὸν. εἰκότως οὖν φιλοσοφία διαιρεῖται εἰς δύο. εἴς τε θεωρητικὸν, καὶ πρακτι-κὸν. πάλιν τὸ θεωρητικὸν, διαιρεῖται εἰς τρία. εἰς θεολογικὸν, καὶ μαθηματικὸν, καὶ φυσιολογι-κὸν. καὶ τοῦτο εἰκότως. ἐπειδὴ γὰρ πάντα τὰ ὄντα βούλεται θεωρεῖν φιλόσοφος. τῶν δὲ ὀντωνπάντων, τρεῖς εἰσὶ τάξεις. τὰ μὲν γὰρ τῶν πραγμάτων, παντάπασιν ἐστὶ χωριστὰ τῆς ὕλης, καὶ τῆὑποστάσει, καὶ τῆ περὶ αὐτῶν ἐπινοία, οἷα ἐστὶ τὰ θεῖα. τὰ δὲ, παντάπασιν ἀχώριστα τῆςὕλης, καὶ τῆ ὑποστάσει, καὶ τῆ περὶ αὐτῶν ἐπινοία, οἷα ἐστὶ τὰ φυσικὰ καὶ ἔνυλα εἴδη. οἷον, ξύλου, καὶ ὀστοῦ, καὶ σαρκός. καὶ πάντα ἁπλῶς τὰ σώματα. ταῦτα δὲ φυσικὰ καλοῦμεν, ὡς ὑπὸ φύ-σεως δημιουργούμενα προσεχῶς. τὰ δὲ, μέσα τούτων ὄντα, κατά τι μέν ἐστι χωριστὰ, κα-τά τι δὲ ἀχώριστα, οἷα ἐστὶ τὰ μαθηματικά. κύκλος μὲν γὰρ καὶ τρίγωνον καὶ τὰ τοιαῦτα, καθ'ἑαυτὰ ὑποστῆναι δίχα ὕλης τινὸς οὐδύνανται. καὶ κατὰ τοῦτο ἀχώριστα ἐστὶ τῆς ὕλης. ἐπειδὴ δὲθεασάμενοι, κύκλον ξύλινον, καὶ χαλκοῦν, καὶ λίθινον, ἀνεμαξάμεθα τὸ εἶδος αὐτοῦ τοῦ κύ-κλου ἐν τῆ διανοία τῆ ἡμετέρα, καὶ ἔχομεν παρ' ἑαυτοῖς δίχα τῆς ὕλης, ὥσπερ εἰ κηρὸς λά-βοὶ τὸ ἐκτύπωμα τοῦ δακτυλίου, μὴ προςλαβῶν τὶ τῆς ὕλης, κατὰ τοῦτο χωριστά ἐστι τῆςὕλης, καθὸ τῆ ἐπινοία χωρίζεται. ἐπεὶ οὖν τῶν ὄντων, τὰ μέν ἐστι παντάπασι χωριστὰ,τὰ δὲ, παντάπασιν ἀχώριστα, τὰ δὲ, κατά τι μὲν χωριστὰ, κατά τι δὲ ἀχώριστα, εἰκότωςτὸ θεωρητικὸν, διαιρεῖται εἰς θεολογικὸν. μαθηματικὸν. καὶ φυσιολογικὸν. τὰ μὲν γὰρ παν-τάπασι χωριστὰ, ἀπονέμουσι τῶ θεολογικῶ μέρει. τὰ δὲ παντάπασιν ἀχώριστα, τῶ φυσιολογικῶ. τὰ δὲ κατά τι μὲν χωριστὰ, κατά τι δὲ ἀχώριστα, τῶ μαθηματικῶ. ὅτι δὲ τὰ μὲνἔνυλα εἴδη παντάπασιν ἐστὶν ἀχώριστα τῆς ὕλης, τὰ δὲ μαθηματικὰ χωριστὰ, δῆλον ἐκτῶν ὁρισμῶν. κύκλον γὰρ ὁριζόμενοι, οὐδεμίαν ὕλην παραλαμβάνομεν λέγοντες. κύκλοςἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μίᾶς γραμμῆς περὶ εχόμενον. πρὸς ἣν ἀφ' ἑνὸς σημείου τῶν ἐντὸς τοῦσχήματος κειμένων, πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι πρὸς τὴν τοῦ κυκλου περιφέρειαν, ἴσαιἀλλήλαις εἰσίν. οἶκον δὲ ὁριζόμενοι, ἄνευ ὕλης ἀδυνατοῦμεν ὁρίζεσθαι. φαμὲν οὖν ὅτι οἶ-κος ἐστὶ σκέπασμα ὄμβρων τὲ καὶ καυμάτων κωλυτικὸν, ἐκ λίθων καὶ ξύλων. εἰ γὰρ μὴ προ-σθῶμεν τὴν ὕλην, οὐδυνατὸν καὶ σκηνὴν καὶ ἑτέραν τοιαύτην σκέπην νοῆσαι. μέσον δέ ἐστι τὸμαθηματικὸν εἰκότως. ἐπεὶ γὰρ οὐ δυνάμεθα ἀμέσως ἀπὸ τῶν φυσικῶν ἐπὶ τὰ θεῖα ἀνάγε-σθαι, καὶ ἀπὸ τῶν παντάπασιν ἀχωρίστων τῆς ὕλης ἐπὶ τὰ παντάπασι χωριστὰ, διὰ τῶνμαθηματικῶν ὁδεύομεν. τῶν κατά τι μὲν χωριστῶν, κατά τι δὲ ἀχωρίστων. διὰ τοῦτο γὰρ