Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

ῥητορικὴν, τοὺς δὲ, ἐπὶ γραμματικὴν, τοὺς δὲ, ἐπὶ τι τῶν φυσικῶν ζήτησιν τρέχοντας. ἄλλους δ'αὖ πάλιν, ἐφ' ἕτερα, προσαγοπεύει τοὺς τὴν τῶν φυσικῶν θεωρίαν ἀσκοῦντας, φιλοσόφους.οἱονεὶ φιλοῦντας τὸν σοφὸν, ὅπερ ἠξίου καλεῖν τὸν θεόν. τὴν δὲ τούτων γνῶσιν, ἀναλόγωςφιλοσοφίαν ὠνόμαζε. ταῦτα πυθαγόρας. εἰσὶ δὲ καὶ ἄλλοι τῆς φιλοσοφίας ὁρισμοί. ἀρκοῦσιδὲ καὶ οὗτοι. ἐπειδὴ δὲ πᾶν πρᾶγμα, εἴτε διαιρετόν ἐστιν, εἴτε ἀδιαίρετον, ἀνάγκη καὶ ἡμᾶςεἰπεῖν, πότερον, φιλοσοφία διαιρετή ἐστιν, οὔ. πρὸ δὲ τούτου, δίκαιόν ἐστιν εἰπεῖν, τί ὅλωςἐστὶ διαίρεσις, καὶ τί ἐπιδιαίρεσις, καὶ τί ὑποδιαίρεσις. τὸν γὰρ περὶ διαιρέσεως διαλεγόμενον,χρὴ πρότερον εἰπεῖν, τί ποτέ ἐστι τούτων ἔκαστον. ἔστι μὲν οὖν διαίρεσις, κατὰ πρώτηνἐπιβολὴν τομὴ τοῦ πράγματος. ἐπιδιαίρεσις δὲ, κατὰ δευτέραν ἐπιβολὴν τομὴ. οἷον, κατὰπρώτην ἐπιβολὴν, τέμνω τὸ ζῶον εἰς λογικὸν καὶ ἄλογον. τοῦτο διαίρεσις. κατὰ δὲ δευτέ-ραν, εἴς τε τὸ ἐπουράνιον, καὶ ἐπιχθόνιον. ἤτουν θνητὸν καὶ ἀθάνατον. τοῦτο ἐστὶν ἐπι-διαίρεσις. μόνη δὲ τῆ τάξει διαφέρουσιν ἀλλήλων. ὑποδιαιρεσις δέ ἐστιν, τοῦ διαιρεθέντοςἤδη πράγματος τοῦ μέρους, ἤτοι εἴδους τομή. εἶδος δὲ λέγω νῦν, τὸ ὑπάλληλον. οἷον, ὅτι τοῦἐπουρανίου, τὸ μὲν, ἐστὶν ἀπλανές. τὸ δὲ, πλανώμενον. τὸ γὰρ ἐπουράνιον, εἶδος ἢν τοῦζώου. τοῦτο δὲ ὑποδιείλομεν εἴς τε τὸ ἀπλανὲς, καὶ τὸ πλανώμενον. διδαξάντων οὗν ἡμῶν τίἐστι διαίρεσις, καὶ τί ἐπιδιαίρεσις, καὶ τί ὑποδιαίρεσις, ἀκόλουθον καὶ περὶ τῆς ἐν τῆ φιλοσο-φία διαιρέσεως εἰπεῖν. διαιρεῖται γὰρ ὡς ἀνωτάτω διελεῖν ἐστι, κατὰ μέν τινας, εἰς δύο. κατὰδὲ ἑτέρους, εἰς τρία. καὶ γάρ τινες εἰς τρία διαιροῦσι τὸν φιλοσοφίαν. εἰς θεωρητικὸν, καὶ πρακτι-κὸν, καὶ λογικὸν. εἰ δ' οὕτως ἔχει, μή εἰσόμεθα. Ιστέον ὅτι τῆς διαιρέσεως τῆ ἀληθεία, τὸ θεο-λογικὸν πρῶτον ἐστὶν. ἀρχαὶ γὰρ πάντων τὰ θεῖα. διὸ καὶ οὐκ ἀκαίρως οἱ παλαιοὶ τοῦτο προέθηκαν. τὸ δὲ φυσιολογικὸν, ὡς μὲν πρὸς ἡμᾶς, πρῶτον. οὐ γὰρ ἄν γνοίημεν τὴν νοητὴν οὐσίανπρὸ τῆς αἰσθητῆς. ὡς δὲ πρὸς τὸ ἀληθὲς, ἔσχατον. ἐσχάτη γὰρ οὐσία ἔνυλος. διὸ καὶ τὴνἐσχάτην εἴληφε τάξιν. μέσον δὲ τούτων τὸ μαθηματικόν, ἐπειδὴ καὶ κατὰ φύσιν μέσην ἔχει τά-ξιν. τοῦτο δέ τινες τῶν πάλαι προέταξαν τοῦ φυσιολογικοῦ. οἱ μὲν κατὰ πλάτωνα, ἵνα, φα-σὶ τὰς ἰδέας ἐν τῆ ψυχῆ ἤδη ἀποκειμένας ἐπιγινώσκωμεν, ἤτοι ἀναμιμνησκώμεθατὰ ἐν τοῖς καθέκαστον θεωρούμενα, ὁδῶ τινι καὶ κλίμακι τῶ μαθηματικῶ χρώμενοι. οἱ δὲκατὰ ἀριστοτέλην, τὴν μέση τάξιν αὐτῶ ἀπενείμαντο, βουλόμενοι ἡμᾶς ἐθίζειν ἀπὸ τῆς ἐνύ-λου οὐσίας γινώσκειν τὴν νοητήν. ἥτις ἐστὶ μὲν ἀόρατος, πλείονα δὲ ἔχει καὶ ἐναργεστέραντὴν ὑπόστασιν. κατὰ τὴν ὕλην. καὶ γὰρ ἐνταῦθα τὴν γραμμὴν τὴν ἐν τῆ ὕλη μανθάνομεν. οὐχ ὅπωςτὴν ὕλην, τὸν κηρὸν, τὸν χαλκὸν γνοίημεν, ἀλλ' ἵνα ἀποσυλήσαντες αὐτὴν, ἀποθώμε-θα εἰς τὸν νοῦν ἔνθα βεβαιοτέραν ὁρῶμεν αὐτῆς τὴν ὑπόστασιν. ὅτι δὲ οὐ κοινωνεῖ τῶ κη-ρῶ κατὰ τὴν οὐσίαν τὸ σχῆμα, οἷον γραμμὴ, τὸ τρίγωνον, αὐτόθεν δῆλον. Ιστέον γοῦν. αὐτίκατριγώνου σχήματος μεταβληθέντος, ἀφαιρεθείσης τῆς μιᾶς πλευρᾶς, οὐ συμμεταβάλλεται κηρός. καίτοι εἰ ἐκοινώνει κατὰ τὴν οὐσίαν, ἔδει συμμεταβάλλεσθαι. διαιρεῖται οὖν φιλο-σοφία, ὡς ἤδη εἴρηται, εἰς τὸ θεωρητικὸν, καὶ πρακτικόν. ἄξιον δέ ἐστι ζητῆσαι, δι' ἣν αἰτίανεἰς δύο. καὶ δια τί εἰς ταῦτα διαιρεῖται. καὶ μήτε εἰς πλείονα, μήτε εἰς ἐλάττονα. καὶ εἰς ἐλά-ττονα μὲν, ἀδύνατον ἦν ποιῆσαι τὴν διαίρεσιν. οὐδὲ γὰρ ἂν τὸ ἓν εἰς ἓν διαιρεθείη. δια τί οὖν