Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

ματος ἐπιδέχεται τὴν εἰς ἄπειρον τομὴν. εἰ δὲ ἀδύνατός ἐστι διὰ τὴν σύμφυτον ἀσθένειανἀνυσθῆναι, οὐ διὰ τοῦτο ἀνήρηται. τῆ δὲ ἰατρικῆ τὰ τέσσαρα στοιχεια τῶν φιλοσόφων ἀποδει-κνύντων, τέσσαρα εἶναι τῶν ἐν γενέσει σωμάτων τὰ στοιχεῖα, ταῦτα δὴ τὰ πολυθρύλλητα,καὶ οὔτε πλείονα, οὔτε ἐλάττονα, ἐκεῖνοι ὡμολογημένον τοῦτο λαμβάνοντες, ἐκ τούτων προ-προσεχῆ στοιχεῖα τοὺς τέσσαρας γεννᾶσθαί φασὶ χυμοὺς, ἀναλόγως ἐκείνοις τοῖς πορρωτέ-ρω στοιχείοις τούτους λαμβάνοντες. ἔτι γε μὴν καὶ ῥητορικῆ φιλοσοφία τὰς ἀρχὰςδίδωσιν. ἀναλόγως γὰρ τῆ τε ἐπαγωγῆ καὶ τῶ συλλογισμῶ, τὸ παράδειγμα καὶ τὸ ἐνθύμημα ῥήτωρ λαμβάνει. ὥσπερ γὰρ συλλογισμὸς ἀληθής ἐστιν ἐπειδὴ ἔχει τὸ ἀναγκαῖον, οὕτως καὶ τὸἐνθύμημα ἀληθὲς βούλεται εἶναι. μιᾶ μέντοι προτάσει τοῦ συλλογισμοῦ λείπεται. ὅθεν καὶσυλλογισμὸς ἀτελὴς λέγεται. συλλογισμὸς δέ ἐστι, λόγος ἐν τεθέντων τινῶν, ἕτερόν τι τῶνκειμένων ἐξ ἀνάγκης συμβαίνει τῶ ταῦτα εἶναι. τὸν αὐτὸν δὲ τρόπον ἀναλογεῖ καὶ τῆ ἐπαγωγῆτὸ παράδειγμα. ὥσπερ γὰρ ἐκείνη τὸ ὡς ἐπὶ τὸ πολὺ ἔχει, καὶ τὸ εἰκός, οὐ πάντως δὲ τὸ ἀληθές,οὕτω καὶ τὸ παράδειγμα. διαφέρει δὲ καὶ ταῦτα ἀλλήλων. ὅτι μὲν ἐπαγωγὴ, λόγος ἐστὶν ἀπὸτῶν μερικῶν τὸ καθόλου πιστούμενος. οἷον ῥητορικὴ καὶ νομοθετικὴ, καὶ δεῖνα καὶ δεῖνα τέχναιοὖσαι, ὠφέλιμοί εἰσι τῶ βίω. τήχνη ἄρα οὖσα. καὶ ιατρικὴ, ωφέλιμός ἐστι τῶ βίω. τὸ δὲ παρά-δειγμα, ἀπὸ τῶν μερικῶν τὰ ἐπὶ μέρους πιστοῦται. καὶ τὰ ἐπιχειρήματα δὲ ἐκεῖθεν λαμ-βάνει. περὶ γὰρ τοπικῶν ἀριστοτέλης ἐν τῆ λογικῆ διήλεκται. καὶ ὅλως ῥητορικὰς τέχναςἐπραγματεύσατο. οὐκοῦν καὶ ῥητορικὴ παρὰ τῆς φιλοσοφίας τὰς ἀρχὰς εἴληφεν. ἄλλωςτε καὶ ῥήτωρ κέχρηται τῶ δικαίω, καὶ τῶ καλῶ, καὶ τῶ συμφέροντι, οὐκ εἰδὼς πῶς καὶ ποῦ-ποτε θεωρεῖται τὸ δίκαιον. οὐδὲ εἰ ταὐτόν ἐστι τῶ συμφέροντι. ἔστι γὰρ ὅπου εἰς ταυτὸν αὐτὸκομίζουσι τῶ δικαίω. ἔστι δ' ὅτε καὶ διαιροῦσιν αὐτὸ, καὶ ἐναντίον τίθενται. δείκνυται δὲ ὅτιταῦτά ἐστιν ὅτε καὶ ἀντιστρέφει. καὶ γραμματικὴ δὲ ὁμοίως. περὶ γὰρ τόνους καὶ χρόνους καταγίνε-ται, ἅπέρ ἐστι μουσικῆς. δὲ μουσικὴ, φιλοσοφίας ἐστὶ μέρος. οὐ μόνον δὲ αἱ λογικαὶ τέχναικαὶ ἐπιστῆμαι δέονται φιλοσοφίας, ἀλλὰ καὶ αἱ βάναυσοι λεγόμεναι τέχναι. γὰρ οἰκοδόμος τῆκαθέτω χρῆται πρὸς τὸ διακρίναι εἴτε ὄρθιός ἐστιν τοῖχος, εἴτε οὔ. τίς μέντοι κάθετος,οὐκέτι οἶδεν. μέντοι φιλόσοφος οἶδεν εὐθὺς τὴν αἰτίαν. ἐρεῖ γὰρ ὅτι πάντα τὰ βάρη, αὐτο-φυῶς ἐπὶ τὸ κέντρον ὁρμᾶ, ὅθεν πρὸς ὀρθὰς γωνίας πανταχόθεν τὰ βάρη καταφέρεται. αἱ δὲ ὀρθαὶγωνίαι, ἀπαρέγκλιτοί εἰσι. καὶ τέκτων δὲ πρὸς τὸ εὐθὺ ποιῆσαι τὸ ξύλον, τῆ στάθμη κέχρηται.τίς μέντοι τῆς εὐθείας φύσις, οὐκέτι οἶδεν. δὲ γεωμετρία μέρος τι οὖσα. καὶ αὐτὴ φιλοσοφίας,ἐρεῖ. εὐθεῖα γάρ ἐστιν, ἥτις ἐξ ἴσου τοῖς ἐφ' ἑαυτὴν σημείοις κεῖται. ὁμοίως δὲ πάσας τὰς ἄλλαςἐπιστήμας καὶ τέχνας, ἀπὸ φιλοσοφίας τὰς ἀρχὰς ἐχούσας ἔστιν εὑρεῖν. ἔστιν οὗν φιλοσοφίατέχνη τεχνῶν, καὶ ἐπιστήμη ἐπιστημῶν. μέντοι πυθαγόρας φησί, ὅτι φιλοσοφία ἐστὶ φιλία σο-φίας, πρῶτος τῶ παρὰ τοῖς παλαιοτέροις ἐπιστὰς ἁμαρτήματι. ἐπειδὴ γὰρ ἐκεῖνοι σοφὸν ὠνόμαζον τὸν ἡντιναοῦν μετιόντα τέχνην, ὧν εἷς ἦν καὶ ἀρχίλοχος λέγων. Τρίαιναν ἐσθλὴν,καὶ κυβερνήτης σοφός. καὶ ποιητὴς. Επεὶ σοφὸς ἤραρε τέκτων, καὶ εὖ εἰδὼς σοφίης ὑποθη-μοσύνησιν ἀθήνης, μεθίστησι τὴν προσηγορίαν ταύτην ἐπὶ τὸν θεὸν, ὡς μόνον ἐκεῖνον καλεῖ-σθαι σοφόν τὸν θεόν, φημι, τὸν τὴν σοφίαν τε καὶ τὴν τῶν ὄντων ἀίδιον ἔχοντα γνῶσιν. ὁρῶν δὲ τοὺς μὲν, ἐπὶΑ δ