Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

ὅταν δὲ γνῶσιν τῶν ὄντων ὄντα ἐστίν, ἐκ τοῦ γνωστικοῦ. ὅταν δὲ ὁμοίωσιν θεῶ κατὰ τὸ δυνατὸν ἀν-θρώπω, ἐξ ἀμφοῖν. μὲν ἰατρικὴ μικτὴ οὖσα, ὅταν μὲν κατὰ μόνον τὸ θεωρητικὸν αὐτῆςὁρίζηται, λέγεται ἐπιστήμη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη. καὶ εἰκότως ἐκ τοῦ ὐποκειμένουαὐτῆς, τὸν τοῦτον φαμὲν ὁρισμόν. ὅταν δὲ κατὰ τὸ οὗ ἔνεκα τῆ ἑαυτῆς χρῆται θεωρία, ὑγείαςεἶναι περιποιητικὴν. καὶ ἐκ τοῦ τέλους εἶναι τοῦτον λέγομεν τὸν ὁρισμὸν. δὲ φιλοσοφίαἁπλοῦν ἔχουσα τὸ θεωρητικὸν εἶδος, αὐτοῦ γάρ καὶ μόνου ἕνεκεν γίνεται τοῦ γνῶναι τὰ πράγματα,οὐκ ἄν ἄλλον μὲν ἐκ τοῦ ὑποκειμένου δέξηται ὁρισμὸν, ἄλλον δὲ ἐκ τοῦ τέλους. γὰρ γνῶσις, τινῶν ἐστιγνῶσις. ἅμα οὖν καὶ ὅτι γνῶσις, καὶ τινῶν ἐστι γνῶσις, συμπεριλήψεται. καὶ ὁμοῦτε, εἴτε ἐκ τοῦὑποκειμένου τὸν τοιοῦτον ὁρισμὸν εἴτε ἐκ τοὺ τέλους εἴποι τις, οὐκ ἄν ἁμάρτοι, μᾶλλον δὲ ἐξ ἀμφοῖνεἴη ἂν. Αλλ' ἴσως πρὸς διαστολὴν τῶν ἄλλων ὁρισμῶν, τοῦ τε λέγοντος ὁμοίωσις θεῶ κατὰτὸ δυνατὸν, καὶ οὐ προσδιορίζοντος ἐν τίσιν ὁμοίωσις, καὶ τοῦ λέγοντος μελέτη θανάτου, ἐκτοῦ ὑποκειμένου τοὺς εἰρημένους ὅρους προσηγοπεύσαμεν. ἔστι δὲ καὶ ἄλλος τῆς φιλοσοφίας ὁρισμὸς ἀρι-στοτέλους, ἐκ τῆς παροχῆς αὐτῆς τῆς πρὸς τὰς ἄλλας ἐπιστήμας καὶ τέχνας, λέγων. φιλοσοφίαἐστὶ τέχνη τεχνῶν, καὶ ἐπιστήμη ἐπιστημῶν, τοιῶδέ τινι τρόπω πρὸς ταύτην ἰδόντος τὴν ἀπόδο-σιν. τῶν γνώσεων αἱ μὲν, ταῖς τέχναις πρέπουσιν. αἱ δὲ, ἐπιστήμαις. αὗται δὲ αἱ τέχναι καὶἐπιστῆμαι, κατὰ μὲν τοὺς λόγους, οὐδὲν διαφέρουσιν ἀλλήλων. οί γὰρ ἑκάστης λόγοι, καθ' ἑαυ-ἑαυτοὺς μὲν, ἄπταιστοί εἰσι. κατὰ δὲ τὴν ὔλην, διαλλάττουσιν. αἱ μὲν γὰρ ἐπιστῆμαι, περὶ τὰ ὡσαύτωςἔχοντα καταγίνονται. οἷον, ἀστρονομία. γεωμετρία. ἀριθμητική. αἱ δὲ τέχναι, περὶ τὰ ὡς ἐπι το πολὺμετταβαλλόμενα. ὅθεν τῆς γεωμετρίας οἱ λόγοι ἄπταιστοι μένουσιν, ὡς ἔχει ἐκεινο. παντὸς κύκλουτὰ ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν διαστήματα, ἶσα εἰσὶν ἀλλήλοις. τοῦτο γὰρ ὡσαύτως ἔχονἐστίν. οἱ δὲ τῆς ἰατρικῆς πταίουσίν, ὡς λέγων. τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, διὰ τὸ μὴπερὶ τὸ ὡσαύτως ἔχον ἀεὶ καταγίνεσθαι. πρῶτον μὲν, οὐδὲ πάντων τῶν νοσημάτων ἰάματα ἐστί. τί γὰρ ἐὰν νόσος ὀλεθρία. ἄλλως τε. ἔστιν ὅτε οὐ τἀναντία προσάγουσιν, ἀλλὰ τὰ ὅμοια, ὡς ἐπὶτῶν κατὰ συμβεβηκός. πολλάκις γὰρ ψυχρὸν ὕδωρ ἐπιχεόμενον, ἠτονηκυῖαν ἤδη θερμότηταἀνεκαλέσατο. πάσαις τοίνυν ταῖς ἐπιστήμαις καὶ τέχναις, φιλοσοφία τὰς ἀρχὰς δί-δωσι. τῆ μὲν γεωμετρία, τοὺς καθολικοὺς λόγους. φιλοσόφων γὰρ τὸ καθόλου ζητεῖν. ἄλλως τεγεωμέτρης τὸ σημεῖον ἀμερὲς λαμβάνει, καὶ τὸ μέγεθος ἐπ' ἄπειρον διαιρεῖ. καὶ ταύταις ἀναπο-δείκτως ταῖς ἀρχαῖς κέχρηται. δὲ φιλόσοφος, ταῦτα δείκνυσιν. ἐπειδὴ γάρ φησι πᾶν τὸ πε-ρατοῦν, τοῦ περατουμένου λείπεται μιᾶ διαστάσει. τὸ γὰρ σῶμα τρεῖς ἔχον διαστάσεις, περατοῦταιὑπὸ τῆς ἐπιφανείας, ἥτις ἔχει δύο διαστάσεις, μῆκος καὶ πλάτος. βάθος γάρ οὐκ ἔχει λείπεταιτοῦ σώματος. δὲ ἐπιφάνεια δύο ἔχουσα διαστάσεις, περατοῦται ὑπὸ τῆς γραμμῆς, ἥτις μίανἔχει διάστασιν τὸ μῆκος μόνον. δὲ γραμμὴ, περατοῦται ὑπὸ τοῦ σημείου. καὶ δηλον ότι οὐχἕξει οὐδεμίαν διάστασιν, ἀλλ' ἔσται ἀμερές, εἴ γε ὡς εἴρηται πᾶν πέρας τοῦ περατουμένου λεί-πεται μιᾶ διαστάσει. ὅτι δὲ καὶ πᾶν μέγεθος ἐπ' ἄπειρόν ἐστὶ διαιρετὸν, δείκνυσι λαμ-βάνων. ὅτι τομὴ κατὰ σημεῖα γίνεται, ἅπερ οὐ συντίθενται οὐδὲ ποιοῦσι σῶμα. οὐκοῦν τὸ σῶμα τρεῖςἔχει διαστάσεις, κατὰ σημεῖα διαιρούμενον. οὐδὲν γὰρ ἀφαιρεῖται τοῦ σώματος διαίρεσις,πλὴν τοῦ ποσοῦ τοὺ μεγέθος. τὸ δὲ τρεῖς ἔχειν διαστάσεις, οὐκ ἀφαιρεῖται. οὐκοῦν λόγος τοῦ σώ-