φιλοσοφία ἐστὶ μελέτη θανάτου. ἐπεὶ δὲ ὁ προκείμενος ὅρος τὴν φιλοσοφίαν ἐν μελέτη θα-νάτου ὁρίζει, ῥητέον ὅπως δεῖ τῆς τοῦ θανάτου μελέτης ἀκούειν. Κλεόμβροτος γάρ τιςὀνόματι, ἐγκύψας τῶ τοῦ πλάτωνος φαίδωνι, καὶ ὅτι μὲν δεῖ τὸν φιλόσοφον θάνατον μελε-τᾶν γνοὺς, ὅτω δὲ τρόπω δεῖ μὴ γνοὺς, ἀνελθὼν ἐπὶ τοῦ τείχους, ἑαυτὸν κατεκρήμνισε. τούτουμαρτύριον ὁ εἰς αὐτὸ τὸ ἀμβρακιωτικὸν μειράκιον ἐκθέμενος ἐπίγραμμα ποιητής. φησὶ γὰρ.Εἶπας ἥλιε χαῖρε. κλεόμβροτος ἀμβρακιώτης ἥλλατ' ἀφ' ὑψηλοῦ τείχεος εἰς ἀίδου,ἄξιον οὐδὲν ἰδὼν θανάτου κακὸν, ἀλλὰ πλάτωνος ἐν τῶ περὶ ψυχῆς γράμματι ἀναλεξάμενος.διὰ τὴν ἐξ ἀγνοίας τοίνυν τῶ νέω συμβᾶσαν ἐγχείρησιν, ἐπισκεπτέον ἂν εἴη, τί ποτε βούλεταιἡ ῥηθεῖσα τοῦ θανάτου μελέτη. καὶ γὰρ καὶ ὁ πλάτων παρακελεύεται μὴ ἐξάγειν ἑαυτόν. φησὶ γὰροὕτως. Ο μὲν οὖν ἐν ἀπορῥήτοις περὶ αὐτῶν λεγόμενος λόγος, ὡς ἔν τινι φρουρᾶ ἐσμὲν οἱ ἄνθρωποι. καὶ οὐ δεῖ αὐτοὺς ἐκ ταύτης ἐξάγειν, οὐδὲ ἀποδιδράσκειν, μέγας τίς μοι φαίνεται, καὶ οὐ ῥάδιος διιδεῖν. οὐ δεῖ δὲ ἐξάγειν ἑαυτοὺς. ὥσπερ γὰρ ὁ ἐν φρουρᾶ ὑπάρχων καὶ καταδεθεὶς διά τιπλημμέλημα, εἰ βουληθείη ἀποδράσαι, ἀνατρέπει ὅσον ἐφ' ἑαυτῶ τοὺς νόμους, οὕτω καὶ ὁσπεύδων διαλύσαι τὸν δεσμὸν τοῦ σώματος τὸν δεθέντα ὑπὸ τῆς προνοίας, ἀνατρέπει τοὺς δημι-ουργικοὺς νόμους. οὐ δεῖ οὖν θανατοῦν. εἰ τοίνυν ταῦθ' οὕτως ἔχει, πῶς μελέτην θανάτου τὴνφιλοσοφίαν φαμέν. πρόσεχε οὖν τοῖς λεγομένοις, καὶ λυθήσεται ἡ ἀπορία. Ιστέον ὅτι τοῦἀνθρώπου συνθέτου ὄντος ἐκ ψυχῆς καὶ σώματος, καὶ ὁ σύνδεσμος διττὸς, καὶ ἡ τῆς ψυχῆς λύσιςδιττή. ἔστι γὰρ ὁ φυσικὸς λεγόμενος δεσμὸς, καθ' ὃν τῆ ψυχῆ δέδεται τὸ σῶμα, καὶ ζωοποιεῖται ἐξαὐτῆς. ἔστι δὲ καὶ ὁ προαιρετικὸς δεσμὸς, καθ' ὃν ἡ ψυχὴ δέδεται, δουλεύουσα τῶ σώματι αὐτῶ,κεκρατουμένη ὑπ' αὐτοῦ. διττὴ οὖν καὶ ἡ λύσις. ἡ μὲν τοῦ σώματος, ἀπὸ ψυχῆς. ἡ δὲ τῆς ψυχῆς,ἀπὸ σώματος. καὶ ὁ θάνατος διττός. ὁ μὲν, φυσικὸς, καθ' ὃν πάντες οἱ ἄνθρωποι ἀποθνή-σκομεν. τοῦτ' ἔστι, καθ' ὃν χωρίζεται τὸ σῶμα τῆς ψυχῆς. ὁ δὲ, προαιρετικὸς, καθ' ὃν οἱ φιλό-σοφοι μελετῶσι χωρίζειν τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. καὶ κατὰ τοῦτο λέγονται μελετᾶν θάνατον,τουτέστι χωρισμὸν ψυχῆς ἀπὸ τοῦ σώματος. Ιστέον γὰρ, ὅτι οὐ πάντως τοῦ σώματος χωρισθέντος τῆς ψυ-χῆς, καὶ ἡ ψυχὴ χωρίζεται τοῦ σώματος. αἱ γὰρ φιλοσώματοι ψυχαὶ, καὶ μετὰ θάνατον τὸν τῶν σωμάτωνἔτι περιέπουσιν ἔρωτα. καὶ τούτων εἶναι φασὶ τὰ φαινόμενα περὶ τοὺς τάφους σκιοειδῆφαντάσματα. ἀλλ' οὐδὲ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος χωριζομένης, τὸ σῶμα πάντως χωρίζεται τῆς ψυχῆς.οἱ γὰρ φιλοσόφως ζῶντες, καὶ ἐν τῆ ζωῆ ὄντες ἔτι, χωρίζουσιν ἑαυτοὺς τοῦ σώματος. ἔστιν οὖν ἡφιλοσοφία μελέτη θανάτου. τουτέστι, μελέτη χωρισμοῦ ψυχῆς ἀπὸ τοῦ σώματος. Ζητῆσαιδὲ λοιπὸν ἄξιον, ὡς εἰ τέλος ἔχει ἡ φιλοσοφία τὴν τῶν ὄντων γνῶσιν, πῶς τὸν ὁρισμὸν τὸν λέ-γοντα γνῶσις τῶν ὄντων ἧ ὄντα ἐστί. καὶ πάλιν, γνῶσις θείων τὲ καὶ ἀνθρωπίνων πραγμάτων, ἐκ τοῦὑποκειμένου φαμὲν, καὶ οὐκ ἐκ τοῦ τέλους. ὡς γὰρ τὴν ἰατρικὴν ἐπιστήμην περὶ τὰ ἀνθρώπινα σώματακαταγινομένην ἐκ τοῦ ὑποκειμένου φαμὲν ὁρίζεσθαι, ὅταν δὲ ὑγείας περιποιητικήν, ἐκ τοῦ τέλους ὅτιτούτου στοχάζεται, οὕτω δὴ καὶ ἐπὶ τῆς φιλοσοφίας, εἰ τέλος ἔχει τὴν τῶν ὄντων γνῶσιν, ἐκ τοῦ τέλους εἶναιλέγειν δεῖ τοὺς ἀποδιδομένους ὁρισμοὺς. ἐκεῖνο δὲ πρῶτον σκοπητέον. ὡς ἡ φιλοσοφία τὸμέν τοι ἔχουσα, μόνον θεωρητικὸν. τὸ δὲ, πρακτικὸν, διττὸν ἔχει καὶ τὸ τέλος. ὅταν γὰρ λέγωμεν μελέτην εἶναι θανάτου τὴν φιλοσοφίαν, ἐκ τοῦ πρακτικοῦ τέλους αὐτὴν ὁριζόμεθα.Α γ
Druckschrift
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
verfügbare Breiten