Druckschrift 
Hypomnēma eis tas pente phōnas apo phōnēs Ammōniu mikru tu Hermeiu
Entstehung
Einzelbild herunterladen
 

αὐτὴν. ἵνα δὲ μὴ τοῖς φιλαιτίοις ἀκαίρου φιλοτιμίας ἐν τῶ παρόντι δῶμεν ἔγκλημα τοὺςἑκάστου διεξιόντες ὅρους, ἀπόχρη πέντε ὀλίγω πλείους προσεπελθεῖν. δύο μὲν εἰσὶνἐκ τοῦ ὑποκειμένου. δύο δὲ ἐκ τοῦ τέλους. καὶ ἕτερος ἐκ τῆς ὑπεροχῆς, ἧν ἔχει πρὸς τὰς ἄλλαςτέχνας, καὶ ἕτερος ἐξ ετυμολογίας. ἔστιν οὖν πρῶτος οὗτος. φιλοσοφία ἐστὶ γνῶσιςτῶν ὄντων ὄντα ἐστί. τὸ δὲ, ἀντὶ τοῦ καθὰ ὄντα ἐστίν. οὐ γὰρ προτίθεται φιλόσοφος πάν-τας τοὺς ἐν τῶ κόσμω ἀνθρώπους εἰδέναι κατ' ἀριθμόν, ἀλλὰ τίς ποτέ ἐστιν τοῦ ἀνθρώ-που φύσις. τὴν γὰρ οὐσίαν ἑκάστου πράγματος, καὶ τὸ εἶναι σκοπεῖ φιλόσοφος. δὲ πλά-των, οὕτως ὁρίζεται τὴν φιλοσοφίαν. φιλοσοφία ἐστὶ, γνῶσις θείων τε καὶ ἀνθρωπίνωνπραγμάτων. καὶ δῆλον, ὅτι αὐτός ἐστι τῶ πρὸ αὐτοῦ. διαφέρει δὲ μόνω, τῶ σαφεῖ τε καὶἀσαφεῖ. διεῖλε γὰρ τὰ ὄντα, εἴς τε θεῖα καὶ ἀνθρώπινα. τὰ μὲν ἀίδια, εἰπὼν θεῖα. τὰ δ'ἐν γενέσει καὶ φθορᾶ, εἰπὼν ἀνθρώπινα. οὗτος οὖν ὁρισμὸς καὶ πρῶτος, ἐκ τοῦ ὑποκειμένουἀποδίδονται. διενηνόχασι δὲ ἀλλήλων ὡς εἴρηται, τῶ σαφεῖ τε καὶ ἀσαφεῖ. ἔστι δὲ καὶ τοιοῦ-τος ὁρισμὸς ἀπὸ τοῦ τέλους λέγων, φιλοσοφία ἐστὶν ὁμοίωσις θεῶ κατὰ τὸ δυνατὸν ἀνθφώ-πω. οὕτω γὰρ πλάτων ὡρίσατο. γὰρ θεὸς, διττὰς ἔχει τὰς ἐνεργείας. τὰς μὲν, γνωστικάς.καθὸ τὰ πάντα γινώσκει, ὡς καὶ οἱ ποιηταὶ σημαίνουσι λέγοντες. Θεοὶ δέ τε πάντα ἴσασι. τὰςδὲ, προνοητικὰς τῶν καταδεεστέρων, καθὸ τοῦ κόσμου ὅλου· προνοεῖται, ὡς καὶ οἱ ποιη-ταί φασι. Θεοὶ δωτῆρες ἐάων. δὲ φιλόσοφος βούλεται κατ' ἄμφω ἑαυτὸν ἐξομοιοῦντῶ θεῶ. βούλεται γὰρ καὶ θεωρητὴς εἶναι τῶν πάντων. πάντα γὰρ ἐπισκέπτεται. καὶ μέντοι καὶ προνοητής. πρόνοιαν γὰρ τῶν καταδεεστέρων ποιεῖται. γάρ τοι πολιτικὸς φιλόσοφος, δικάζει,καὶ νόμους τίθησιν. ὥστε φιλοσοφία εἰκότως ὁμοίωσίς ἐστὶ θεῶ. τὸ δὲ κατὰ τὸ δυνατὸν ἀνθρώπω,καλῶς πρόσκειται. οὕτε γὰρ γνῶσις ὁμοία, οὔτε πρόνοια αὐτή. ἐπεὶ, Οὕ ποτε φῦλλονὁμοῖον ἀθανάτων τε θεῶν, χαμαὶ ἐρχομένων τ' ἀνθρώπων. ὧν γὰρ αἱ οὐσίαι διάφοροι, τούτωνκαὶ αἱ τελειότητες διάφοροι ὑπάρχουσι. καὶ ἔστιν ἰδεῖν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ζώων· ἐπειδὴ γὰρ ἄνθρωπος καὶ ἵππος διάφορον ἔχουσι τὴν οὐσίαν, διάφορον ἔχουσι καὶ τὴν τελειότητα.ἀνθρώπου μὲν γὰρ τελειότης, τὸ μετὰ λόγου καὶ φρονήσεως ζῆν. ἵππου δὲ, τὸ ὀξέως θεῖν, καὶ ἐνπολέμοις ἐπιτήδειον εἶναι. καὶ ἐν αὐτοῖς δὲ τοῖς ἀλόγοις, πολλὴ διαφορὰ ὑπάρχει τῶν τε-λειοτήτων. ἐπειδὴ καὶ τῆς οὐσίας αὐτῶν, ἄλλη μὲν ὑπάρχει κυνὸς τελειότης, ἄλλη δὲ ἵππου. εἰοὖν ἐπὶ τούτων διάφοροι εἰσὶν αἱ τελειότητες παρὰ τὴν διάφορον οὐσίαν, πολλῶ μᾶλλον ἐπ' ἀν-θρώπου τε καὶ θεοῦ. ἐπεὶ οὖν πολὺ διαφέρουσι κατὰ τὴν οὐσίαν, εἰκότως καὶ τὰς τελειότηταςδιαφερούσας ἔχουσι. καλῶς οὖν πρόσκειται τῶ ὅρω, τὸ, κατὰ τὸ δυνατὸν ἀνθρώπω. ἔστινοὖν φιλοσοφία ὁμοίωσις θεῶ κατὰ τὸ δυνατὸν ἀνθρώπω. ἐκ ποίας δὲ αἰτίας ὥρμησεν φι-λόσοφος οὕτως ὁρίσασθαι τὴν φιλοσοφίαν, λεκτέον. ἐπειδὴ γάρ, ὡς εἶπον, διτταί εἰσιν αἱ τοῦθεοῦ δυνάμεις, αἵ τε γνωστικαὶ καὶ πρακτικαὶ, διτταί εἰσι καὶ τῆς ἡμετέρας ψυχῆς, αἵ τε θεω-ρητικαὶ καὶ πρακτικαί. δὲ φιλόσοφος ἑκάτερα τῶν μερῶν τῆς ψυχῆς κοσμεῖν βούλεται τῆ πρὸςθεὸν μιμήσει. τὸ μὲν, τὴν τῶν ὄντων φύσιν ὅπως ἔγει ἐπισκεπτόμενος. τὸ δὲ, τὰς παθητικὰς τῆςτῆς ψυχῆς κοσμῶν δυνάμεις καὶ τῶν ἄλλων ἐπιμελούμενος, εἰκότως πλάτων ὁμοίωσιν εἶναι θεῶ τὴνφιλοσοφίαν κατὰ τὸ δυνατὸν ἀνθρώπω ὡρίσατο. ἔστι δὲ καὶ ἄλλος ὁρισμὸς ἐκ τοῦ τέλους, λέγων.